Ancient Greek
1133.4 to 1134.26
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1133.4-1134.26
Unproofread scanNot analysed yet
Εἴρεαι 4ὅπόθεν εἰμὲν, ἐγὼ δὲ κέ τοι καταλέξω· καὶ Ἀχιλλεὺς φησιν· Ἄλλ' ἵθι νῦν, Πάτροκλε Διὸ φίλε, Νέστορ' ἔρειο, 5 "Ὀντινα τοῦτον ἄγοι· ὅτι δὲ τὸ πυθάνεσθαι ἐπὶ μόνου τοῦ ἀκοῦειν, φανερὸν ἐκ τοῦ λέγειν Τηλέμαχον, ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. Νῦν δ᾽ ὅτε δὴ 6 μέγας εἰμὶ καὶ ἄλλων μύθων ἀκούων Πυνθάνομαι, καὶ δή μοι ἀξέσται ἔνδοθι θυμός, καὶ Ὀδυσσεύς φησι· 7 Πυνθανόμεν Ἰθάκης δὲ καὶ ἐν Τροίῃ εὐρέτη. 5 Πάλιν εἴ τις εἴπῃ πρὸς τὸν παρόντα, ποιῶ σε, ἀκυρολογίαν εἴπεν· ὀφείλε γὰρ εἰπεῖν, ἔξω σου· ἔξως μὲν γὰρ ἔστι τῶν παρόντων, πόθος δὲ τῶν ἀπόντων, ὡς καὶ Ὅμηρος· 8 Ὦς σεο νῦν ἔραμαι· καὶ με γλυκὺς ἡμερος αἰρεῖ· 10 ἐπὶ δὲ τοῦ ἀπόντος· 9 Ἄλλὰ με σός τε πόθος, σά τε μήδεα, φαιδὶμ᾽ Ὀδυσσεῦ· Σὴ τ᾽ ἀγανοφροσύνη μελεδήσα θυμὸν ἀπήγυα. Παραφθορὰ δὲ λέγεται παρὰ τὸ παραφθείρεσθαι τὴν λέξιν. Πάλιν εἴ τις 10 εἴπῃ σύμμαχον τῶν τοῖς πολεμου- 15 μένοις βοηθοῦντα· σύμμαχοι μὲν γὰρ εἰσιν οἱ τοῖς πολεμοῦσι βοηθοῦντες· ἐπίκουροι δὲ οἱ τοῖς πολεμουμένοις· Ὅμηρος δι᾽ ὅλης τῆς ποιήσεως ἐφύλαξε τὴν διαφοράν, οὐχ ἔστιν οὖν παρ᾽ αὐτῷ ἐπίκουρος Ἑλλήνων λεγόμενος. Εἰς τὸ αὐτό. Ἐνταῦθα διδάσκει, κατὰ πόσους τρό- 20 πους γίνεται τὰ κατὰ τὴν λέξιν ἀμαρτήματα, ὅτι δι᾽ ἀκυρίαν καὶ παραφθοράν· καὶ γὰρ καὶ τοῦτο μεθόδου ἐστὶ δεινότητος, τὸ εἰδέναι διὰ τί ἐπταίσται ἡ λέξις ἐξ ἀκυρίας ἢ παραφθορᾶς· ἐστὶ δὲ ἡ ἀκυρία καὶ ἡ παραφθορὰ τῆς ἀρελείας καὶ ἰδιωτείας, ἢ διδάσκει, πότε ἀκυρία λέξεως 25 καὶ πότε παραφθορὰ χρησόμεθα, ὡς ἐν τῷ πρὸ τούτου ἐδίδαξε· πότε λέξει νομιζῇ χρησόμεθα, καὶ πότε ἐθνικῇ ἢ τεχνικῇ, ὅτι ὅτε βουλόμεθα τὴν τοῦ προσώπου ποιότητα παραστήσαι, ἥτις ἐστιν, οἷον τὸ ἐρωτῶ σε, ἔχε με παρητημένον· ἐνταῦθα γὰρ ἀκυρολεχτεῖ διὰ τὸ μιμήσα- 30 σθαι ἐμπόρου καὶ ἀγρότου καὶ ἰδιώτου λέξιν, καὶ ποιό- ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ.