Ancient Greek
1136.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1136.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ταῦτα γὰρ ταπεινοῦ εἰσὶ προσώπου πρὸς μειζον πρόσωπον, τὸ δὲ ἐρωτῶ σε ταπεινώσεως οὐκ ἔστι, ἀλλὰ λέγω σοι, φημί, καὶ τὸ εἰρηκὸς πρόσωπον ὑψηλὸν ὂν πρὸς ἧλαττον τοῦτο εἴπεν, ἢ ἴσον πρὸς ἴσον, ὡς τὸ „ἐρωτήσω 17 τὸν πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν“ τὸ δὲ „παρακαλεῖτε, ἱερεῖς, τὸν λαόν“ 18 οὐ σημαίνει τὸ δέεσθαι, ἀλλὰ τὸ προτρέπεσθαι, ἐπεὶ ἀκύρως εἴρηται· σημαίνει γὰρ δύο τὸ παρακαλεῖν, καὶ ἔστιν ἡ παρὰ πρόθεσις περιττή. Ἔτι· ἁμαρτήματα κατὰ λέξιν τὸ ἀκύρως αὐτὸς παραλαβεῖν, ὡς ἐφ’ ὧν ἔδετο ὁ τεχνικός, ἐρωτῶν γὰρ τὸ συνδάνεσθαι ἔστι, καὶ παρακαλεῖν τὸ ἄγειν καὶ ἕλκειν ἐφ’ ἑαυτόν, ἐπίτασις ὂν τοῦ καλεῖν, ὅταν οὖν τὰς τοιαύτας λέξεις λάβῃς ἐπὶ τοῦ δέεσθαι, κατὰ ἀκυρίαν λαμβάνων ἀμαρτάνεις.