Ancient Greek
1138.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1138.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. γουσι, καὶ τὴν συμφορὰν ξυμφορὰν, καὶ τὸ σεῦτλον σεῦτλον. Ἔτι ἰδίωμα ἔχει καὶ τὰς συναλοιφὰς, οἷον ἀντὶ τοῦ εἰπεῖν τῷ ἑμῷ λέγει τῷμῷ, τὰς δὲ ἐξαιρέσεις, ἀντὶ τοῦ εἰπεῖν ἐταίρων λέγει ἐτάρων, τὰς δὲ παραλήψεις τῶν κλητικῶν ἀντὶ εὐθειῶν, οἷον ἀντὶ τοῦ εἰπεῖν ἱππότης λέγει ἱππóta Πηλεῦ, καὶ εὐρύοπα Ζεῦ, ἀντὶ τοῦ εὐρύοπης. Πάλιν ἄλλως διαλέκτον ἐστὶ τὸ νὴ τὰ σιῶ, ἀντὶ τοῦ μὰ τοὺς θεούς· σιῶ γὰρ λέγονται κατὰ τινὰ διάλεκτον οἱ θεοί· ὅθεν σκοπητέον εἰ πλεονάζει τὰ ἰδιώματα τῆς διαλέκτου, εἰ δὲ μή, παραφθορὰν τὸ εὑρεθὲν λεκτέον. Ἔτι ἡ παραφθορὰ καὶ ἐπὶ νοήματος λέγεται, ὡς ἐπὶ τοῦ, 31 ὁ ἔχων δύο χιτῶνας μεταδότη τῷ μὴ ἔχοντι. ἐνταῦθα γὰρ εἰ στίξομεν εἰς τὸ ἔχων, παραφθορὰ ἐστὶ νοήματος, οὐ μὴν ἀμφιβολία· ἡ γὰρ ἀμφιβολία ἀμφιβόλως ἔχει τὰς δύο ἐννοίας· ἡ δὲ παραφθορὰ τὴν μὲν ἐννοίαν ὁμολογουμένην ἔχει καὶ προεγνωσμένην, τὴν δὲ ἑτέραν καινούργουμένην· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ, οὐχ οἶδα, ὁ θεὸς οἶδε. Διαφέρει δὲ ἡ παραφθορὰ τοῦ βαρβαρισμοῦ, καθὸ ἡ παραφθορὰ καὶ κατ’ οἰκονομίαν πολλάχις ἐπιτηδεύεται, οἷον εἴ τις ἀντὶ τοῦ εἰπεῖν στέφανον εἴπῃ στεφανᾶν, εὐτελισμὸν καὶ ταπεινώσιν πραγμάτων σημαίνων, ὡς καὶ τὴν παιδίσχην παιδισχάριον, ἢ πάλιν, εἴ πόνον ἐνδεικνύμενος ὑποχοριστικῶς εἴποι τὸν Ῥωμαῖον Ῥωμανάριον, ὡς ὁ θεολόγος τὴν ἀδελφὴν Γοργονίαν Γοργόνιον ὑποχοριστικῶς καλεῖ διὰ πόνον· καὶ ὁ Λουκιανὸς τοιαῦτα πολλὰ ἔχει· ὁ δὲ βαρβαρισμὸς κατ’ ἀγνοίαν γίνεται. Ἔτι ἀνυρολογία ἐστὶ καὶ τὸ λέγειν ὁ δεῖνα ἐλπίζει κακά, τὸ γὰρ ἐλπίζειν ἐπὶ ἀγαθῶν τάπτεται· ὁ δὲ μικρότερος 32 αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μεῖζων αὐτοῦ ἐστιν. Ἔτι πάραφθορὰ 33 ἐστὶ τὸ φθεῖραι καὶ ὑπαλλάσσει τὴν λέξιν, ὡς ἐὰν τὸ διάζωμα διαζώστραν