Ancient Greek
1142.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1142.4
Unproofread scanNot analysed yet
λά. Καὶ ὁ Θουκυδίδης ἐν τῷ προοιμίῳ 25 20 τεκμήριον, σημεῖον. Διαφέρει τεκμηρίου σημείου, τῷ τὸ μὲν, τὸ σημεῖον, 26 τῶν ἐνδεχομένων εἶναι καὶ τῶν θέσει θεωρουμένων, τὸ δὲ τεκμήριον τῶν φύσει παρεπομένων, ὥσπερ εἰ λέγοιμεν, τεκμήριον μὲν 27 τοῦ τετοχέναι τὴν γυναῖκα τὸ γάλα ἔχειν, 28 καὶ πυρὸς τὸν 25 καπνόν· σημεῖον δὲ τῆς μάχης τὰς ἐπὶ τοῖς δόρασι σημαίας· διαφέρουσι δὲ καὶ τούτῳ, ὅτι τεκμήρια 29 μὲν τοῦ πράγματος ἐν ἡ καὶ δύο πολλάκις, καὶ αὐτὰ κατὰ φύσιν, σημεία δὲ αὐτοῦ 30 πολλά.