Ancient Greek
1145.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1145.4
Unproofread scanNot analysed yet
λδ. Καὶ σημεῖον 44 δέ ἐστι τῆς Ἑλλάδος. 15 Ταῦτα εἰπὼν ὡς ἐσιδηροφόρει πᾶσα ἡ Ἑλλάς εἰς τὰς ἀφράκτους οἰκήσεις καὶ οὐκ ἀσφαλεῖς ἐπάγει, ὅπόθεν δῆλον ὅτι ἐσιδηροφόρει ἡ Ἑλλάς, ὅτι καὶ μέχρι τοῦ νῦν, φησί, πολλοὶ τῶν Ἑλλήνων νέμονται οὕτω, τούτέστιν οὕτω κατοικοῦσιν, οὕτω διάγουσι σιδηροφοροῦντες, καὶ 20 ὅτι ἀφράκτοι οἰκοῦσιν, ὡς ἐστιν εὑρεῖν γινόμενον παρὰ τε Λοκροὺς τοὺς Ὀζόλας καὶ Αἰτωλοὺς καὶ Ἀχαρνήνας.