Ancient Greek
1150.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1150.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. θει, τούτέστιν ἐπιμονῇ καὶ ἐγχοονισμῷ καὶ συναγωγῇ. Κατ' ἐπενθυμήσεις, καὶ λόγων καθολικῶν. τὸ ἐξῆς οὕτως· κατ' ἐπενθυμήσεις καὶ κατὰ συμπλοχὴν λόγων καθολικῶν περιστατικοῖς καὶ μερικοῖς καὶ προκειμέ- 5 νοις λόγοις. Τὸ ἐπιχείρημα ἴδιόν ἐστι τῆς ὑποθέσεως, τὸ δὲ ἐνθύμημα καὶ ἐπενθύμημα καὶ ἡ ἔργασία ἐξωθεν τῆς ὑποθέσεως λαμβάνεται, καθόλου δὲ εἰπεῖν πᾶν ἐπιχείρημα ἀπ' αὐτοῦ τοῦ πράγματος λαμβάνεται, ἡ ἐξωθεν ἀπὸ τῶν περιστατικῶν, καὶ τὰ μὲν ἀπὸ τοῦ πρά- 10 γματος καλεῖται κατὰ τὸν Ἀριστοτέλην ἐνθυμήματα, καὶ λαμβάνεται ἀπὸ τῶν περιστατικῶν, ἃ παντὶ πράγματι παρέπεται, καὶ ἐστι νόημα ὁ κατασκευάζει τὸ προκειμενον κεφάλαιον, τὰ δὲ ἐξωθεν καλεῖται παραδειγματικά, καὶ ἐστιν ἐνθύμημά μὲν ἐξωθεν παραλαμβανόμενον 15 εἰς ἀπόδειξιν τοῦ πράγματος, λαμβάνεται δὲ ἀπὸ τοῦ ὁμοίου, οὗ καὶ εἴδη ἐστὶ τέσσαρα, παραβολὴ καὶ παράδειγμα, καὶ πλάσμα καὶ εἰκών· καὶ παραβολὴ μὲν ἐστιν ὄντος καὶ γενομένου πράγματος ἀπομνημόνευσις, „ὡςπερ 27 γὰρ οἰκίας ἢ πλοίου καὶ τῶν ἄλλων τοιούτων τὰ κάτωθεν 20 ἰσχυρότερα δεῖ εἶναι, οὕτω καὶ τῶν πραγμάτων τὰς ἀρχὰς ἀληθεῖς καὶ δικαίας εἶναι προσῆκει. “Παράδειγμα δὲ ἐστι γενομένου πράγματος ὁμοίου παράθεσις εἰς ὁμοίωσιν τοῦ ζητουμένου· εἰκὼν δὲ σωμάτων ὁμοιότης ἀπὸ τόπων, οἷον ἐν τῷ κατὰ Ἀριστοχράτους 28 φησίν, „ὡς 25 ἡ Χαλκὶς τῷ τόπῳ τῆς Εὐβοίας πρὸ τῆς Βοιωτίας κεῖται, οὕτω καὶ Χερόνησος πρὸ τῆς Θράκης ἡ Καρδιανῶν κεῖται πόλις.