Ancient Greek
1151.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1151.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. καὶ ἐν ψυχῇ τούτων ἐμπαγὴ καὶ βέβαιον γένηται τὸ ἦθος τοῦ λέγοντος· οἷόν ἐστιν ὅτι ἐπιεικὴς, καὶ ὅτι κατ’ ἀνάγκην ὑπεσῆλθε τὴν δίκην· ὡς καὶ ὁ Δημοσθένης ἐποίησεν· ἵνα γὰρ παραστήσῃ, οἷός ἐστιν ὁ Μελιδίας ὑβριστὴς καὶ ἀσελγής, οὐ πρὸς ἕνα τυχόν, ἢ δύο, ἀλλὰ πρὸς πάντας εἶπε, „τὴν μὲν ἀσελγειὰν καὶ τὴν ὕβριν,“ καὶ τὰ ἕξης· οὐκ εἶπε δὲ τοῦ κατηγορουμένου τὸ ἦθος, ἀλλὰ τοῦ λέγοντος, ὅτι ὁ κατηγορῶν τις, ὡς ὑβριστοῦ, ἑαυτὸν δείκνυσιν ἐπιεικῆ· εἰ μὲν οὖν χαλεπὰ τὰ πράγματα, τὴν ἀνάγκην ἐπιδεικτέον, ὡς ἐνταῦθα πεποίηκεν ὁ ῥήτωρ· εἰ δὲ βελτίω τὴν προαίρεσιν, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου· βελτίω γὰρ δόξας ἐνδείκνυται, ὅτι προαίρεσιν ἔχει περὶ τὴν πόλιν ἀγαθήν. Τὸ τῆς ἀσελγείας ὄνομα λέγεται καὶ ἐπὶ τῆς πορνείας καὶ ἀκαθαρσίας· φασὶ γὰρ, ὡς ἡ Σέλην πόλις ἐστὶ τῆς Πισσιδίας, ὅπου κακῶς ζῶσιν οἱ ἄνθρωποι· κατ’ ἐπίτασιν οὖν τὸ ἀσελγὴς· ἐνταῦθα δὲ ἀσελγὴς καὶ ἀνάγωγος· λέγεται γὰρ καὶ ἡ σφοδρότης καὶ ἡ μετ’ ἐπηρείας καὶ θρασύτητος βία ἀσέλγεια. Εἰς τὸ αὐτό. Διατριβὴ ἐστὶ τὸ ἔχοντα τὸν ῥήτορα βραχεῖ διανοήματι τῷ λόγῳ ἐνδιατριβῆναι, ὡς ἂν τὸ ἑαυτοῦ ἦθος ἀπομάξωνται οἱ δικασταί, ἢ καὶ οἱ ἀκροαταί, ὁποῖόν ἐστι τὸ παράδειγμα, ὅπερ ὁ τεχνικὸς εἴληφεν ἐκ τῶν Δημοσθένους· θέλων γὰρ ἑαυτὸν ἐνδείξαι ὀργιζόμενον κατὰ Μελιδίου, καὶ βουλόμενον δίκην λαβεῖν, ἵνα τὸ τοιόνδε ἦθος παραστήσῃ τοῖς δικασταῖς σαφές, τῇ βραχεῖ ἐννοίᾳ ἐμφιλοχωρεῖ· καὶ