Ancient Greek
1152.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1152.3
Unproofread scanNot analysed yet
λθ’. Διανοήματος ἠθικοῦ ἔκτασις. Ἡθικὸς γίνεται λόγος, ὅταν προαιρέσεις τινὰς ἐμφαίνῃ πρὸς τι δεπούσας· οὐδὲ γὰρ χρὴ φιλῶς τὰ πράγματα λέγειν, ἀλλὰ καὶ τὴν γνώμην μὲν ἐφ’ ἑκάστου προτιθέναι, ἵν’ ἡμῖν ἐντευθὲν τὸ ἐπιεικὲς ἢ ὀργῖλον συνιστῆται· καὶ εἰ μὲν χαλεπὰ εἴη τὰ πράγματα, τὴν ἀνάγκην ἐνδεικτέον, εἰ δὲ βελτίω, τὴν προαίρεσιν· αὕτη δὲ πιθανὴ γίνεται ἀπὸ τοῦ τὴν αἰτίαν προτιθέναι, τὴν δὲ αἰτίαν δεῖ τοῦ συμφέροντος καὶ λυσιτελοῦς ἔχεσθαι.