Ancient Greek
1154.3 to 1154.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1154.3-4
Unproofread scanNot analysed yet
μβ'. Ἔστιν ἐνθύμημα. Τὸ γὰρ ἐπενθύμημα περιττοτέρα δριμύτης ὢν τοῦ ἐνθυμήματος οὐκ ἀναγκαῖόν ἐστι, καὶ διὰ τοῦτο καὶ μὴ εὕρεθὲν μὲν ὑπὸ τοῦ ῥήτορος οὐκ ἐπιζητεῖται παρὰ 57 τῶν ἀχροατῶν· ἀρκεῖ γὰρ καὶ τὸ ἐνθύμημα μόνον τὴν χρείαν ἀποπληρῶσαι, εὕρεθὲν δὲ καὶ τεθὲν πᾶν τῷ ὅλῳ ἐπιχειρήματι καὶ ἐνθυμήματι συμβάλλεται πρὸς ἰσχύν. μγ'. Προστεθὲν δὲ τὸ πᾶν ὠφελεῖ, ὡς ἐὰν εἴπης νέω, πόνει, νέος γὰρ εἶ, καὶ τοῦτο μὲν τὸ ἴδιον, εἶτα τοῦ κοινοῦ· ἢ συμπλοκή· πᾶσι γὰρ νέοις, καὶ μᾶλλον ἀνθρώποις, λυσιτελεῖ τὸ πονεῖν.