Ancient Greek
1157.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1157.3
Unproofread scanNot analysed yet
Τόνδε φέρω 80 Λιὺ μῦθον ἀπηνέα τε κρατερὸν τε· διαφέρει δὲ ἡ ἐνταῦθα διδασκαλία τῆς ἐν ταυτότητι καὶ 5 ποικιλία, καθὸ ἐκείνη μὲν ἄσχετός ἐστι· σαφηνείας γὰρ μόνον χάριν εἴρηται· αὕτη δὲ τὸν πρὸς τι· πρὸς γὰρ τὸ πάθος ἐμποιῆσαι τῷ ἀκροατῇ λαμβάνεται, ὡς ἐν τῷ Θουκυδίδου ἐπιταφίῳ· ἐνταῦθα γὰρ λέγει ὁ Θουκυδίδης, ὅτι οὐ χρὴ λέγειν ἐπιτάφιον τῶν ὑπὲρ τῆς πατρίδος ἀποθα- 10 νόντων, ἀλλ’ ἐγκώμιον, οὗτοι γὰρ ζῶσιν, οὐκ ἀπέθανον. Τοῦτο ἐπενθύμημα τὸ οὐ δεῖ ῥητορικὸν λόγον λέγειν, ὡς ἐν τοῖς ἐπιταφίοις, ἀλλὰ μᾶλλον ἐγκωμιαστικούς. ἀνθADEς οὖν ἐστι καὶ σκληρὸν τὸ λέγειν, ὅτι οὐ χρὴ λέγειν ἐπιτάφιον ἐπὶ τῶν ὑπὲρ τῆς πατρίδος ἀποθανόντων· ἴδιος δὲ 15 λόγος ἐστι τὸ λέγειν, ὅτι χρὴ μᾶλλον λέγειν ἐγκώμιον, τουτἐστι παράδοξος λόγος· τὸ γὰρ παράδοξον ἑνὸς τινος δόξα ἐστι, καὶ διὰ τοῦτο εἴπεν ἴδιος, κοινὸς δὲ λόγος καὶ καθολικὸς ἐστιν ὁ πᾶσι δοκῶν, ὡς τὸ „πέρας 81 μὲν ἅπασιν ἀνθρώποις τοῦ βίου ὁ θάνατος· “ἰδίους δὲ λόγους λέγει τοὺς παρα- 20 δόξους, ἢ τὰς ἐπενθυμήσεις μερικὰς οὔσας, ἢ τὰς προκειμένας καὶ περὶ ὧν ὁ σκοπὸς τῷ λέγοντι, ὡς τῷ Θουκυδίδῃ σκοπὸς ἦν οἱ τεθνεῶτες ἐν πολέμῳ. Καὶ κατὰ γνώμην τουτέστι κατ’ ἐννοιαν.