Ancient Greek
1160.61
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1160.61
Unproofread scanNot analysed yet
ση μικροπρεπῶς· συμβάλλονται δὲ αἱ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. αἱ μεταφοραὶ πρὸς ἡδονὴν καὶ ὀγκὸν καὶ μέγεθος τοῖς λόγοις, καὶ χρὴ λαβεῖν αὐτὰς μὴ πόρρωθεν, ἀλλ᾽ ἐκ τοῦ ὁμοίου· οἷον ἐοίκασιν ἀλλήλοις ὁ στρατηγὸς καὶ ὁ κυβερνήτης καὶ ὁ ἡνίοχος· πάντες γὰρ οὗτοι ἄρχοντές εἰσιν, οὐδὲν ἀσφαλῶς ἐρεῖ τις καὶ τὸν κυβερνήτην στρατηγόν, καὶ τὸν στρατηγὸν ἄρχοντα τῆς νεώς. Ἐνίαι δὲ μεταφοραὶ σμικροπρέπειαν μᾶλλον ποιοῦσιν ἢπερ μέγεθος.