Ancient Greek
1165.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1165.3
Unproofread scanNot analysed yet
νβ. Ὁμολογία δὲ τοῦ τολμήματος, ὡς ἐν τῷ κατὰ Τιμοχράτους· ὁ Τιμοκράτης εἰσήνεγκε νόμον τοιόνδε. εἴ τις Ἀθηναῖος ἐπὶ δημοσίῳ ὀφλήματι 10 δεσμώτης γενήσεται, ἐξέστω αὐτῷ ὑπὲρ ἑαυτοῦ ἐγγυητὰς καταστήσαντι, οὓς ἂν ὁ δῆμος χειροτονήσῃ, ἢ μὴν 34 ἐντὸς ἑπτῆς προθέσεως ἐκτίσειν, ἀφεθήσεσθαι τοῦ δε-σμοῦ· ἐὰν δὲ ἐπιστάντος τοῦ χρόνου μὴ ἐκτισθῇ 35 τὸ ὀφλημα, τὸν μὲν ἐξεγγυηθέντα δεδεῖσθαι, τῶν δὲ ἐγγυη-15 τῶν δημοσίαν εἶναι τὴν οὐσίαν· παντάπασιν τοῦτον αἰ-τιᾶται τὸν νόμον Διόδωρος, ὑπὲρ Γλαυκίου καὶ Μελα-νόπου καὶ Ἀνδροτίωνος λέγων γεγράφθαι, οἱ πρεσβευ-ται ἀποσταλέντες καὶ ἐμπόρους Ναυκρατίτας περιτυχόν-τες, ἔχθροὺς οὖσι τῶν Ἀθηναίων, ἀφεῖλοντο τὰ χρή-20 ματα αὐτῶν· ὁ οὖν δῆμος εἰσεπραττετο ταῦτα ἀπὸ Λυ-σιδίδου 36 καὶ Ἀρχιβίου τῶν τριηράρχων τῆς νῆος, ἐφ’ ἧς οἱ περὶ τὸν Ἀνδροτίωνα ἔπλεον· ἐκείνων δὲ φασκόντων μὴ ἔχειν, οἱ πρεσβευταὶ ὡμολόγησαν, καὶ ἔδει πάντα καταβαλεῖν· βοηθῶν οὖν αὐτοῖς ὁ Τιμοκράτης τέθηκε 25 τοῦτον τὸν νόμον· φορτικὸν δὲ καλεῖ τὸν λόγον, ὅτι κε-λεῖ ἀποκτεῖναι τὸν Τιμοχράτη, νομοθέτην ὄντα καὶ σο-φὸν καὶ γέροντα ἤδη, ὃν νομοθετῆσαι τοῖς ἐν Αἰδου 37 κελεύει· τοῖς γὰρ ζῴσιν οὐ συμφέρειν 38 τὰ παρ’ αὐτοῦ τιθέμενα· νεκροὶ δὲ οὐ πολιτεύονται. Ἔστι δὲ 39 θεα-30