Ancient Greek
1166.6
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1166.6
Unproofread scanNot analysed yet
Τάχα δ’ ἂν τις βιάσαιτο καὶ τὴν προκατασκευὴν ὑπὸ τὴν βραχεῖαν προσηθήκην ἀναγαγεῖν. νγ’. Ἀποκτεῖναιτε αὐτόν· 43 τοῦτο εἶπε, διότι οὐ πολιτεύονται οὐδὲ δανείζονται οἱ νεκροί· ἔγραψε γὰρ ὁ Τιμοκράτης καὶ ἕτερον νόμον, ἵνα μηδεὶς δανειζόμενος δίδωσιν ἐγγυητάς, ἐπεὶ συνέβαινεν ἐκ τούτου μηδένα δανείζειν καὶ τὴν πολιτείαν ἀνατρέπεσθαι· φησὶν οὖν ὁ Δημοσθένης, ἀποκτεῖναιτε αὐτόν, ἵνα τοῖς ἐν Ἀἰδοῦ τὸν τοιούτον νόμον θῇ, 44 ἐπεὶ τοῖς ζῶσιν οὐ συμφέρει.