Ancient Greek
1172.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1172.2
Unproofread scanNot analysed yet
ἵνα προσποιῆται παραλείψιν, ἢ οὖν ὅταν ᾖ τὰ πράγματα οὐδαμινά, διὰ τὸ χρησιμεῦν τῷ λέγοντι, ἀξίόν ἐστι καὶ λέγειν αὐτά, ὥστε διότι εἰσὶ χρήσιμα, λέγονται· διότι δὲ σμικρά· εἰσι καὶ εὐτελῆ, δοκεῖ παραλιμπάνειν, 5 ἵνα μὴ σμικρόλογος τις 27 εἶναι δόξῃ· ἢ ὅταν ᾖ πᾶσι γνώριμα, χρήσιμα δὲ καὶ αὐτὰ τῷ λέγοντι· λέγονται γὰρ καὶ αὐτά, ἐπειδὴ χρησιμεύσουσι τῷ λέγοντι· φαίνεται δὲ παραλιμπανόμενα, ἵνα μὴ περιττὰ εἶναι δοκῇ τῷ λέγοντι. 28 ἢ ὅταν ᾖ φορτικὰ 29 καὶ ἐπαχθῆ τὰ 10 λεγόμενα, ἀναγκαῖα δὲ παραληφθῆναι, ὡς μὲν οὖν χρήσιμα παραλαμβάνεται, ὡς δὲ ἐπαχθῆ δοκεῖ ἐὰν ὁ λέγων, ἵνα μὴ δόξῃ ὀνειδίζειν τὰς εὐεργεσίας. 29 Ἐτὶ ἐν προσποιήσει 30 παραλείψεως, ἐν σχήματι, ἐν ὑποκρίσει, τούτῃστιν, ἵνα προσποιῆται παραλείψιν καὶ ὅμως 15 λέγει κατὰ τρεῖς τρόπους γίνεσθαι κατὰ τὸ μικρὰ καὶ γνώριμα καὶ ἐπαχθῆ· ὅταν μικρὰ μὲν ᾖ τὰ πράγματα, συνεξακούεται ἐξωθεν τῷ ὅταν μικρὰ μὲν ᾖ τὰ πράγματα, χρήσιμα δὲ τῷ λέγοντι, τὸ διὰ τὸ μικρὰ μὲν εἶναι ἢ γνώριμα φησὶ παραλείπειν, διὰ δὲ τὸ χρήσιμα εἶναι τῷ λέ- 20 γοντι λέγει. Εἰς τὸ ὅταν βουληθῶμεν· ὅταν σιωπῶντες μᾶλλον ἢπερ λέγοντες παριστῶμεν τὴν ὑπόληψιν τοῦ προκειμένου ἐγκλήματος καὶ τῆς ὑποθέσεως μείζονα τοῖς ἀκροαταῖς. Εἰς τὸ ἴσως εἰ ἀντεῖπε· παραλείψις ἐστὶ τό· πῶς οὖτος χέρεται τῷ πατρὶ λέγω· εἰπὼν 25 γὰρ ὅτι λέγω, οὐδὲν ἐπήνεγκεν εἰπὼν, ὅτι ὡς ἐπιβουλευῶν τῷ πατρὶ, οὕτως διάκειται πρὸς αὐτόν· τὸ δὲ χέρεται ἀντὶ τοῦ διάκειται ἐστὶ· παραλιπὼν γὰρ, ὡς ἐπιβουλεύει, μόνον εἶπε τὸ λέγω· εἶτα ἐπήνεγκεν αἰτίαν τῆς ἀποσιωπήσεως, ὅτι διὰ τοῦτο λέγω, διότι ἴσως ἢ ἀντι- 30 πεῖν ἔχει πρὸς τὰ ὑπ’ ἐμοῦ λεγόμενα κατ’ αὐτοῦ, ἢ οὐ