Ancient Greek
1179.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1179.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. τῆς δεινότητός εἰσι τοῦ ῥήτορος, διὰ τοῦτο καὶ ὑπὸ τὴν δεινότητα τάπτεται. —Τοῦτον τοῦ σχήματος χρηξόμεν, ὅτε πρὸς τύραννον ἢ ἄλλον τινὰ βίαιον διαλεγόμενοι ὀνειδίσαι βουλώμεθα μὲν, οὐκ ἰσχύομεν δέ· διὰ τοῦτο ἐπειδή λυπηρά ἐστι τῷ ἀκούοντι τὰ κατ’ αὐτοῦ τοῦ τυράννου ῥήματα, καὶ ἀηδῶς οἱ δυνάσται τὰ ἑαυτῶν ἀκούουσιν ἁμαρτήματα, ἑτέρους τινὰς πεποιηκότας τὰ παραπλήσια ψέγομεν, οἷον πρὸς Διονύσιον λέγοντες ἐξοῦμεν κάτὰ Φαλάριδος, ἢ Διονυσίῳ τινὰς ἐναντίους ἐπαινέσομεν, οἷον Γέλωνα καὶ Ξέρωνα, ὅτι πύρασι τῆς Σικελίας ἐφώκεσαν, καὶ γὰρ ἅμα τε νουθετεῖται ὁ τύραννος καὶ τῷ λέγοντι οὐκ ὀργίζεται, μᾶλλον δὲ ζηλοτυπεῖν ἐπαινουμένου τοῦ Γέλωνος, καὶ οὕτος ἐπαινεῖσθαι ὀρέγεται· ταῦτα δ’ εἴρηκα διεξοδικώτερα, ἐμῆναι βουλόμενος, ὡς τὸ δυναστευόντος ἥθος ἀσφαλοῦς λόγου χρήζει μάλιστα· καὶ μὴ οἱ μεγάλοι δῆμοι καὶ ἰσχυροὶ τοιούτου εἴδους ὥσπερ οἱ τύραννοι δεῖνται, καθάπερ ὁ Ἀθηναίων δῆμος ἄρχων τῆς Ἑλλάδος, καὶ κολακᾶς τρέφων Κλεοφῶντα καὶ Κλέωνας· τὸ μὲν οὖν κολακεύειν αἰσχρόν, τὸ δὲ ἐπιτιμᾶν ἐπισφαλές· ἀρίστον δὲ τὸ μεταξὺ· τοῦτο γέ ἐστι τὸ ἐσχηματισμένον, ἥγουν ἡ περιπλοκή, ὃ καὶ Δημοσθένης ἐποίησε πρὸς δῆμον διαλεγόμενος κολακείας δεόμενον, εἰπών, ἡμεῖς δὲ οὐκ οἶδ’ ὅν τινὰ τρόπον δοκοῦμεν ἔχειν.