Ancient Greek
1190.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1190.2
Unproofread scanNot analysed yet
σθέντος ἐν τῷ τῆς ποιήσεως γραμμάτι οὐδὲν ἦτον ἢ Ἀχιλλέως ἢδ' Ὀδυσσέως μεμνήμεθα· καὶ τοῦ κατὰ ἕκαστον λαλουμένων σχεδὸν αἰτία δ' ἡ τοῦ σχήματος δύναμις. Εἰ δ' οὕτως εἶπε, Νιρέως ὁ Ἀγλαΐας υἱὸς ἐξ Αἰσύμνης τρεῖς νῆας ἤγε, πᾶρασεσιωπήκεναι 22 ἄν Νιρέα τὸν κάλλιστον ἔδοξεν· ὥσπερ γὰρ ἐν ταῖς ἐστιάσεσι τὰ ὀλίγα πολλὰ διαλυθέντα πῶς φαίνεται, οὕτω καὶ τοῖς λόγοις ἐστιν· ὅρα δὲ πῶς τὸ σχῆμα ἐμιμήσατο τὴν τοῦ προσώπου εὐειδίαν· ἐπεὶ γὰρ πρόσωπόν τι ὑπέκειτο ἀμορφία κοσμουμένου, διὰ τοῦτο καὶ τὴν ἐπαναφορὰν, ἥτις ἐστὶ σχῆμα τοῦ κάλλους, παρέλαβεν.