Ancient Greek
1191.12
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1191.12
Unproofread scanNot analysed yet
Εἰ 30 πυρὶ χείρας ἔοιχε, μένος δ' αἰθωνι σιδήρῳ· τοῦτο δὲ εἶπεν ὁ Ἐκτωρ βεβαιῶν τὸ αὐτοῦ ἦθος ἀνδρείον ὂν καὶ θαρσαλέον καὶ ἀκατάπληκτον, τὸ δὲ σχῆμα ἐπαναστροφὴν ἐν τῷ περὶ κάλλους λόγῳ ὁ Ἑρμογένης ἐκάλεσε. Εἰδεῖναι δὲ δεῖ, ὅτι τίθεται καὶ ἐπὶ σχετλιασμοῦ 20 καὶ δεινότητος καὶ πάθους, ὡς τὸ τέκνον ἐλεεινόν, τέκνον οὐ γνωριζόμενον, τέκνον ὁ κρημνὸς καὶ ὄρεσιν ἐθρεψάμην, καὶ ὡς τὰ τραγικά, φεῦ, φεῦ, ἰοῦ, ἰοῦ. Τίθεται δὲ καὶ ἐπὶ χαρᾶς, ὡς τὸ, πάσχα κυρίου, πάσχα, καὶ πάλιν ἐφ' πάσχα, καὶ πάλιν ἐγκαίνιων ἡμῖν ἡ πανηγυρις, ἀδελφοί, ἐγκαίνιων· ὅτι δὲ τοῦτο τὸ σχῆμα καὶ ἐπὶ περιχαρείας παραλαμβάνεται, ἐδήλωσεν ὁ θεολόγος εἰπών, λεγέσθω γὰρ πολλάκις ὑφ' ἡδονῆς· παράδειγμα