Ancient Greek
1192.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1192.3
Unproofread scanNot analysed yet
π´. Παρὰ δὲ τοῖς 31 πεζοῖς ἐπὶ μὲν πράγματος διδασκαλίας· Ξενοφῶν ἐν ἀπομνημονεύμασιν, ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεούς, οὐ νομίζων· ἀδικεῖ δέ. Εἰπὼν περὶ ἐπαναλήψεως ἐκ 32 τῶν 20 ποιητῶν παραδείγματα, νῦν ἐκ τῶν πεζῇ λέξει χρησαμένων τίθησι παραδείγματα. Τὸ δὲ ἀπὸ τοῦ Ξενοφῶντος παράδειγμα εὐθὺς ἐν προοιμίοις ἀπομνημονευμάτων ἐστί· „πολλάκις ἐθαύμασα, τίσι 33 ποτὲ λόγοις Ἀθηναίους ἐπεισαν οἱ γραψάμενοι Σωκράτην, 34 ὡς ἄξιος εἴη θά- 25 νατου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατ’ αὐτοῦ τοιάδε τις ἦν, ἀδικεῖ Σωκράτης, 35 οὓς μὲν ἡ πόλις νομίζει θεούς, οὐ νομίζων, ἕτερα δὲ καινὰ δαιμόνια εἰσφέρων· ἀδικεῖ δὲ καὶ τοὺς νέους διαφθείρων· “· πρῶτον μὲν οὖν, ὡς οὐκ ἐνό-