Ancient Greek
1197.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1197.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΩΤ. χρυσίδες, τέτταρας ἢ τρεῖς ἑκάστη ἔχουσα μνᾶς· ὡς ὅταν σοι δοκεῖ πάλιν γράφει καὶ καταχωννεῦει· οὐ γὰρ δεκατεύοντες, οὐτ’ ἂ καταράσαιντ’ ἂν οἱ ἐχθροὶ ποιούντες, διπλᾶς πρᾶττοντες τὰς εἰσφορὰς ταύτ’ ἀνέθεσαν, καὶ μετ’ ὀλίγα, ἀλλ’ Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευ- 5 αστῆς· Ἀνδροτίων ὦ γῆ καὶ θεοί, καὶ τοῦτ’ ἀσέβημα ἐλάττονός τινος ἠξείσθε, ἐγὼ μὲν γὰρ ἡγοῦμαι δεῖν τὸν εἰς ἱερὰ εἰσιόντα καὶ χερνίβων καὶ κανῶν ἀψάμενον, καὶ ταῖς πρὸς τοὺς θεοὺς ἐπιμελείαις προστάτην ἐσόμενον οὐχὶ προειρημένον ἀριθμὸν ἡμερῶν ἀγνεύειν, ἀλλὰ τὸν 10 βίον ὅλον ἡγνεύκειναι τοιούτων ἐπιτηδευμάτων, οἷα τοῦτο βεβίωται.