Ancient Greek
1205.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1205.3
Unproofread scanNot analysed yet
πθ΄. Ἀναντιρρήτόν ἐστιν ἐκεῖνο, πρὸς ὃ ἀνταποκριθῆναι τις οὐ δύναται. ρ΄. Γίνεται δὲ ἡ περὶ τῶν φύσει ὁμολογουμένων, ἢ περὶ τῶν λόγῳ προαποδεδειγμένων, ὥσπερ ὁ θεολόγος πυνθάνεται ἐν τῷ περὶ τῆς πληγῆς τῆς χαλάζης λόγῳ, λέγων, πόθεν ταῦτα; καὶ τίς ἡ αἰτία τοῦ θραύσματος; τοῦτο γὰρ πρόδηλόν ἐστιν, ὅτι ἐξ ἁμαρτιῶν ἡμῶν ἐπέρχεται ἡ θραῦσις, ἢ γουν ἐπὶ τῶν ὁμολογουμένων ἢ ἐπὶ τῶν τῷ λόγῳ προαποδεδειγμένων. οἷόν ἐστι τὸ τοῦ Δημοσθένους· „ἀλλ’ ὁ τὴν Εὐβοίαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν, καὶ τὰ ἐξῆς, πότερον ταῦτα ποιῶν ἠδίκει καὶ παροσπόνδει καὶ τὴν εἰρήνην ἔλυεν ἢ οὔ; “καὶ πάλιν „ἐμὲ, ᾧ τριταγωνιστά, τίνος φρόνημα λαβόντα τοῦτο συμβουλεύειν ἔδει; “καὶ ὁ θεολόγος εἰς