Ancient Greek
1207.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1207.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΛΕΙΝΟΤ. λέγοντας, ἢ ἑαυτὸν· ἑκάστη δὲ τῶν ἐρωτήσεων διάφορον ἔχει τὸ ἀποτέλεσμα· ἡ μὲν γὰρ πρὸς τοὺς ἀκούοντας ἐρώτησις ἐλεγκτική, τούτεστιν ὀνειδιστική, ἡ δὲ πρὸς τοὺς ἀντιλέγοντας ἀνατρεπτικὴ τῶν παρ’ αὐτῶν προτεινομένων, ἡ δὲ πρὸς ἑαυτὸν τοῦ ῥήτορος πειθὼς καὶ τοὺς ἀ- 5 κούοντας ἐπιστρέφει εἰς προσοχὴν ἐπισπωμένη, καὶ τὴν πίστιν προκαταλαμβάνει· τούτεστι τὰ παρὰ τινων ὑφορμῶντα λύει καὶ πρὶν εἴπωσιν αὐτά.