Ancient Greek
1209.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1209.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. καὶ ὁμόδουλον βαπτιζόμενος; οὐκ ἔστιν οὐχ οὕτω· καὶ πάλιν ἐν τῷ περὶ υἱοῦ δευτέρῳ λόγῳ· βλέπει δὲ τὸν πατέρα πῶς καὶ οὕτω ποιεῖ; ἀρ’ ὡς οἱ τὰς μορφὰς γράφοντες καὶ τὰ γράμματα, διὰ τὸ μὴ εἶναι τῆς ἀληθείας ἀλλως ἐπιτυχεῖν, εἰ μὴ πρὸς τὸ ἀρχέτυπον βλέποντες καὶ κειδὲν χειραγωγούμενοι, καὶ πῶς ἡ σοφία δεῖται τοῦ διδάσκοντος; ἢ οὐ ποιήσει τί μὴ διδασκόμενος· ποιεῖ δὲ πῶς ὁ πατὴρ ἢ πεποίηκεν;