Ancient Greek
1210.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1210.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τῶν ἀκουόντων, ἐννοῶν, ὅτι οὐκ ἂν ἠρώτησεν ἑαυτὸν ὁ ῥήτωρ, εἰ μὴ ἐπίστευεν ἀποδείξειν. 95 Καὶ εἴτινα 33 ὑπόνοιαν ἔχει ὁ ἀκροατῆς, θεραπεύεται· συλληπτικῶς οὖν εἰπεῖν τοῦτο λέ- 5 γει, ὅτι ἄγει τοὺς ἀκούοντας καὶ εἰς πίστιν ἅμα ὧν φησι, προλαμβάνων τῶν ἀκουόντων τὴν ὑπόνοιαν, καὶ εἰς λύσιν τῆς ἑαυτῶν 34 ὑπονοίας· ἔνιοι δὲ οὕτως ἐξηγήσαντο, ὅτι καὶ αὐτὸς ἑαυτὸν ὁ ῥήτωρ ἐρωτῶν ἐπιστρέφει τὴν ἀ- 10 κόην αὐτοῦ, καὶ ἐξυπνίζει αὐτὸν εἰς προσοχὴν τοῦ λεγομένου· καὶ ὅτι καὶ τοὺς ἀκούοντας ἐπιστρέφει διὰ τὴν ἐρώτησιν· 35 ἢ τοῦ ῥήτορος οὖν πρὸς ἑαυτὸν ἐρώτησις καὶ τοὺς ἀκούοντας καὶ ἑαυτὸν ἐπιστρέφει, καὶ τὴν πίστιν προκαταλαμβάνει κατὰ πρόληψιν ὑπονοίας καὶ λύσιν, τούτῃ καὶ τὴν διττὴν τῆς ἀκoῆς ἐπιστροφὴν ἔχει καὶ 15 ποιεῖ, καὶ πίστιν ὁμοῦ τινος πράγματος προλαμβάνων 36 τὴν τοῦ ἀκροατοῦ ὑπόνοιαν καὶ λύων αὐτήν· ἡ λύσις φησὶ τὴν τοῦ ἐναντίου τῷ πιστευθέντι πράγματι ἀνατροπήν· ὅταν γὰρ πιστεύσῃ τις, ὅτι τοῦδε τὸ πρᾶγμα οὕτως ἔχει, ἀνατρέπει τὸ μὴ οὕτως ἔχειν. 37