Ancient Greek
1222.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1222.3
Unproofread scanNot analysed yet
ιγ᾽. Καὶ Πλάτων ἐν ἀρχῇ φησι προοίμια καὶ διηγήσεις· ταῦτα κεῖται 18 ἐν τῷ λόγῳ ᾧ ἡ 19 ἐπιγραφὴ Φαίδρος ἢ περὶ ἀλοῦ· 20 ἐν τούτῳ γὰρ εἰσάγεται Σωκράτης λέγων πρὸς Φαίδρον· „πὶ μέντοι καὶ ἐστὶ τὸ λειπόμενον τῆς ῥητορικῆς; καὶ μᾶλα πού συχνά, ὦ Σώκρατες, τάγε ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις, καὶ καλῶς γε ὑπέμνησας· προοίμιον μὲν οἶμαι πρῶτον, ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχαῖς ταῦτα λέγεις τὰ κομψὰ τῆς τέχνης· ἢ γὰρ ναι· δεύτερον δὲ διήγησιν τινά, μαρτυρίαν τ᾽ ἐπ᾽ αὐτῇ· τρίτον τεκμήρια· τέταρτον εἰκότα καὶ πίστωσιν οἶμαι καὶ ἐπιπίστωσιν λέγεις, τὸν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον, τὸν χρηστὸν λέγεις Θεόδωρον; τί μὴν καὶ ἔλεγχον καὶ ἐπεξέλεγχον; ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ; τὸν δὲ κάλλιστον Πάριον Εὐήρον εἰς μέσον οὐχ ἄγομεν, ὃς ὑποδήλωσιν τε πρῶτος εὗρε καὶ παρεπαίνους· οἱ δ᾽ αὐτὸν καὶ παραφόρους φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν, σοφὸς γὰρ ἄνηρ· Τισίαν δὲ Γοργίαν τε ἑάσομεν εὑδεῖν, οἱ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα ἤδον, ὡς τιμιέτα μᾶλλον, τὰ τε ὡς μικρὰ μεγάλα φαίνεσθαι ποιοῦσι διὰ ῥώμην λόγου, καινὰ τε ἀρχαῖα, τὰ τ᾽ ἐναντία καινῶς, συντομίαν τε λόγου καὶ ἄπειρα μήκη περὶ πάντων ἀνεύ-