Ancient Greek
1223.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1223.3
Unproofread scanNot analysed yet
ιδ’. Τὸ δὲ δή τέλος τῶν λόγων κοινῇ πᾶσιν 15 ἔοιχε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν ἐπάνονον, ἄλλοι δὲ ἄλλο τίθενται ὄνομα. „Τὸ ἐν κεφαλαίοις ἕκαστα λέγοντες ὑπομνήσαι ἐπὶ τελευτῇ τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων· ταῦτα λέγω, καὶ εἴτι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης περὶ, σμικρὰ τε 20 καὶ οὐκ ἄξια λέγεω. ἐδωμεν δή τάγε σμικρὰ, ταῦτα δὲ ὑπ’ αὐγὰς μᾶλλον ἰδωμεν, τίνα καὶ πότε ἔχει τὴν τῆς τέχνης δύναμιν. Καὶ μᾶλ’ ἐδόωμένην, ὦ Σώκρατες, ἐν γε δή πλήθους συνόδοις· ἔχει γάρ. “ταῦτα μὲν τὰ Πλατωνικά· ἐπεὶ δὲ τινὰ δέονται σαφηνείας, οἷον ἡ διπλα- 25 σιολογία τίς ἐστι, καὶ εἰκονολογία καὶ τὰ μουσεῖα τῶν λόγων, ἐροῦμεν. Διπλασιολογία μὲν οὖν ἐστιν ἡ λεγομένη ἐπαναδίπλωσις, οἷον φεύ φεύ· εἰκονολογία δὲ τὸ διὰ παραβολῆς τι δηλοῦν· οἷον·