Ancient Greek
1224.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1224.2
Unproofread scanNot analysed yet
λαχτι εἰς ἕν ἡμᾶς συνδέουσαι καὶ συνάγουσαι. μουσεῖα δὲ λόγων εἰσὶ τὰ πάρεισα, ὡς τὸ Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Λικυμνίων δὲ Πώλου διδάσκαλος γέγονεν. 23 ζητῆσαι, τί ἐστι τὸ ἄλλο τι· καὶ λύει τοῦτο λέγων· μήποτε ἄρα τὴν ἐπάνοδον καὶ ἀνακεφαλαίωσιν συλλογίσασθαι τινές φασι, 24 καὶ ἄγει τὸν Δημοσθένην παράδειγμα· „συλλογίσασθαι δή βούλομαι,“ Δημοσθένης φησί, „τὰ κατηγορούμενα· “τοῦτο δὲ λέγει ἐν τῷ παραπροσβείας μετὰ τὰς ἀποδείξεις τῶν κατ’ Αἰσχίνου προτεθέντων κεφαλαίων· „συλλογίσασθαι δή βούλομαι τὰ κατηγορούμενα ἐξ ἀρχῆς, ἵν’ ἂ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου, δείξω πεποιηκώς· ἐπέδειξα οὐδὲν ἀληθὲς ἀπηγγελχότα, ἀλλὰ φενακίσανθ’ ὑμᾶς μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς οὖ λόγοις χρώμενος· ἀπέδειξα 25 αἴτιον γεγενημένον τοῦ μὴ θέλειν ὑμᾶς ἀκούειν ἐμοῦ τἀληθοῦς, ταῖς ὑποσχέσει καὶ τοῖς ἐπαγγέλμασι τοῖς τούτου καταληφθέντα τότε πάντα τἀναντία συμβουλεύσαντος ἢ ἔδει· “καὶ ὁ Λιβάνιος δὲ ἐν τῇ πρὸς τὸν Ὀδυσσέα ἐν λιταῖς πρεσβευτικῇ ἀντιλογίᾳ ταῦτά φησι, καὶ καλεῖ τὴν ἐπανακεφαλαίωσιν καὶ ἐπάνοδον καὶ συλλογισμόν· „ἐπάνειμι,“ 26 λέγων, „ἐπὶ τὰς παραινήσεις, καὶ σωφρονῶ καὶ λαμβάνω τὰ ὅπλα. “καὶ πάλιν· 27 „βούλομαι τοίνυν ἐπανελθὼν ὅσα φρονῶ περὶ τῆς κηδείας εἰπεῖν. “καὶ πάλιν· 28 „συλλογίσασθαι δή βούλομαι τὰς εὐεργεσίας καὶ διελθεῖν ἐν βρα-