Ancient Greek
1225.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1225.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. βραχεῖ· ἔδωκα τὸν ἡγεμόνα τῷ στόλῳ Τήλεφρον, ἐτρεψάμην τοὺς ἀνείργοντας τὴν ἀπόβασιν, ἐφίλωσα τοὺς Τρῶας τῶν περιοίκων, μετήνεγκα τὸν πλοῦτον εἰς ἡμᾶς, ἐπανυσα τὸν λοιμὸν διὰ τοῦ μάντεως. “Ταῦτα μὲν οὖν περὶ ἀνακεφαλαιώσεως εἴρηται· ζητῆται δέ, εἰ ἐπὶ τέλει 5 τοῦ λόγου τῇ ἀνακεφαλαιώσει δεῖ χρῆσθαι, ἢ πολλαχοῦ ἢ χρῆσις αὐτῆς γίνεται· ἔνιοι μὲν οὖν εἰσιν ἐπὶ τέλει αὐτῇ κεχρημένοι, ὡς Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοχράτους καὶ Τιμοχράτους, ἔνιοι δὲ κατὰ μέσον τοῦ λόγου τῇ ἀναμνήσει ἐχρήσαντο, ὡς αὐτὸς ὁ Δημοσθένης ἐν τῷ 10 παραπροεσβείας· ἔστι δὲ καὶ ἕτερος τόπος ἀναμνήσεως, εἴτ’ οὖν τῆς ἀνακεφαλαιώσεως, γινόμενος ἐπὶ ἐνὶ ἀποδειχθέντι κεφαλαίῳ. Ὡς μὲν οὖν ἔστι παράνομον τὸ ψήφισμα, μεμαθήκατε ἐκ τοῦ τετάρτου τόμου· 29 τρεῖς οὖν ἔχει τόπους ἡ ἀνάμνησις, τούτεστιν ἡ ἀνακεφαλαιώ- 15 σις· τὸν ἐπὶ τέλει τοῦ λόγου, τὸν μεταξὺ γινόμενον τῶν τε ἀναγκαίων καὶ τῶν προηγουμενῶν ἀποδείξεων, καὶ τὸν γινόμενον ἐφ’ ἐνὶ κεφαλαίῳ ἀποδεδειγμένῳ· ταύτῃ δὲ διαφέρουσιν ἀλλήλων αἱ ἀναμνήσεις, ὅτι ἡ μὲν ἐπὶ τέλει γινομένη τοῦ λόγου ἐκθεσιν ἔχει κεφαλαιώδη· τῶν ζητη- 20 μάτων ἀπάντων καὶ τῶν προειρημένων ἀνάμνησιν, ἡ δὲ μεταξὺ γινομένη τῶν ἀναγκαίων πίστεων περιέχει ἀνάμνησιν· ἡ δὲ ἐπὶ κεφαλαίῳ ἐνὶ ἀποδειχθέντι γινομένη οὐκέτι κεφαλαιῶν ἀνάμνησιν ἔχει, ἀλλὰ τῶν λημμάτων, δι’ ὧν ἀπεδείχθη τὸ προκείμενον κεφάλαιον. Πῶς οὖν ἀναμνή- 25 σομεν· ὑποδείξομεν ἤδη τοὺς τρόπους τῆς ἀναμνήσεως· ἐροῦμεν οὖν κεφαλαιωδῶς· ἐπεδείξαμεν τοὺς νόμους ὑμῖν, παρ’ οὓς ἔστι τὸ ψήφισμα εἰρημένον· ἐζητήσαμεν τὰ τῷ Χαριδήμῳ πεπραγμένα, ἐξ ὧν ἔφανη οὐκ ὂν δίκαιος τῆς δωρεᾶς τυχεῖν, καὶ ὡς οὐ συνοίσει τῇ πόλει, καὶ τοῦτο 30 ὑμῖν γέγονε φανερόν, ἀναμνήσομεν δὲ καὶ διὰ προσωποποιίας· ἔστι δὲ προσωποποιία πρόσωπον παραλαμβα-