Ancient Greek
1229.64
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1229.64
Unproofread scanNot analysed yet
μαλακισθῆναι (ut supra)· οὕτω μὲν abet: ἐν οἷς λέγει, ἂν οὕτω ποιῆς, ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. χὴμ ὁμοῦ τυπούσας, καὶ στανροῦ τρόπαιον τὸ ἀήττητον· ποταμὸς ἀνακοπήσεται, ἥλιος στήσεται, σελήνη σχεθήσεται, τείχη κατενεχθήσεται, καὶ δίχα μηχανημάτων σφῆχίαι προσδρομοῦνται, ὁδοποιοῦσαι τῷ Ἰσραὴλ, καὶ τοὺς ἀλλοφύλους ἐκτρέπουσαι, 19 τἆλλα τε ὅσα ἐπὶ τοῦτοις καὶ σὺν τούτοις ἱστόρηται, ἵνα μὴ μακρὸν ἀποτείνω λόγον, παρὰ Θεοῦ σοι δοθήσεται· τῷ γὰρ ται ἐν τῷ χωρίῳ τούτῳ ἐνικῷ προσώπῳ δεκάκις ἐχρήσατο, ὀλίγων τινῶν μεταξὺ παραπεσόντων ἄλλων, τοῦ ἄρτος ὀμβρήσει, 10 τοῦ πέτρα πηγάσει, καὶ πάλιν τοῦ οὐχ ὅπλοις μόνον· ὡς οὖν τοῦ τείχη κατενεχθήσεται ὀκτάκις παρεληφθη τὸ ται, εἶτα τελευταῖον τὸ ἱστόρηται καὶ τὸ δοθήσεται, ὁρῶς ὅτι τὰ ἀγωνιστικὰ πάρισα, ἐὰν πλεῖονα παραληφθῇ, ἐπιδεικτικὰ γίνεται· ὅπερ οὖν ἔφη, τὸ αὐτὸ σχῆμα ποι- 15 κίλον διὰ τῆς χρήσεως γίνεται, πῇ μὲν ἀγωνιστικόν, πῇ δὲ ἐπιδεικτικόν, πῇ δὲ καὶ σοφιστικόν· σοφιστικὰ δὲ εἰσὶ πάρισα, ὅσα πρὸς οὐδὲν χρήσιμον λαμβάνεται, ἢ ἵνα μόνον γαργαλίσῃ τὴν ἀκοήν, περὶ ὧν ἐν καιρῷ ἐροῦμεν, ὡσπερ Τίτος Κόιντος, ὁ τῶν Ῥωμαίων στρατηγός, 20 Ἀντιόχου τοῦ βασιλέως μετὰ πολλῆς ἡκοντος εἰς τὴν Ἑλλάδα δυνάμεως καὶ πάντων ἐκπεπληγμένων τὰ πλήθη καὶ τοὺς ὁπλισμούς, λόγον εἶπε τοιούτον πρὸς τοὺς Ἀχαιοὺς· ἔφη γὰρ ἐν Χαλχίδι παρὰ τῷ ξένῳ δειπνῶν, θαυμάζειν τὸ τῶν χορῶν πλήθος· εἰπεῖν δὲ τὸν ξένον, 25 ὅτι ταῦτα πάντα χοιρείά ἐστιν, ἡδύσμασι καὶ σκευασίαις διαφέροντα, οὕτω καὶ ἐπὶ τούτων τῶν παρίσων εἰπεῖν ἐστιν. ὅτι ταῦτα ταῦτά ὄντα, οἷόν τινι σκευασίᾳ τῇ χρήσει διενήρχαον. Ἀγωνιστικὰ μὲν ἐστιν, ὅταν τῇ φύσει τῶν πραγμάτων συνδρομὴ ἐξωθεν πάρειργον, ἢ 30 καὶ χωρὶς τῶν ὀνομάτων ἑκάστων αὐτῶν καθ’ αὐτὸ πράγμα μηνύῃ καὶ λεχθὲν λανθάνη.