Ancient Greek
1233.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1233.3
Unproofread scanNot analysed yet
ιθ'. Ἐπιδεικτικὰ δέ ἐστιν, 27 ὅταν τὰ ἀγωνιστικὰ πολλὰ γένηται καὶ ἐπιτηδευθῇ εἰδημόνως εἰς ἡδονὴν ἀκοῆς σώφρονα· ὡς εἴρηκαμεν καὶ πρὸ τούτου ὀλίγα τινα περὶ τῶν ἐπιδεικτικῶν 28 παρίσων, φέρε καὶ νῦν λέγωμεν· δοκεῖ τοῦτο λέγειν, ὅτι δεῖ ἐπιτηδεύειν τὰ ἐπιδεικτικὰ πάρισα, ὅταν ὁ λόγος ἐναγώνιος ᾖ, ἵνα κεκμηκότα τὰ ἄττα διὰ τῶν τοῦ κάλλους σχημάτων ἐγείρηται· τότε γὰρ καὶ σώφρων ἐστιν ἡ τοιαύτη ἡδονή, ὥσπερ καὶ ὁ θεολόγος ἐν τῷ περὶ νιοῦ λόγῳ· ἀλλ' ἕτερον οἶμαι θέλον καὶ θέλησις, γεννῶν καὶ γεννήσις, λέγων καὶ λόγος, εἰ μὴ μεθ' ὁμεν· 15 καὶ πάλιν· 29 οὐκοῦν θελήσεως τὸ θεληθέν, οὐ γὰρ ἐπεται πάντως· οὔδὲ τὸ γεννηθὲν γεννήσεως, οὔδὲ τὸ ἀκουσθέν ἐκφωνήσεως, καὶ τοῦτό ἐστιν, οἶμαι, ὁ λέγει ὁ Ἑρμογένης ἐν τῷ περὶ περιβολῆς λόγῳ, ὅτι χρεία ἐστὶ κάλλους, ἐνθα ἐστὶ τόλμα, τούτεστι τολμηρὰ καὶ βαθέα 30 νοήματα· ἢ γοῦν τοῦτο λέγει, ἢ ἀγωνιστικὰ καλεῖται τὰ γοργὰ καὶ τιμητικά· οἱ γὰρ ἀγωνιζόμενοι σπουδῆς δεόνται· ἐπιδεικτικὰ δὲ τὰ ἐν τούτοις παραλαμβανόμενα πάρισα· ἀλλ' αὕτη μὲν ἡ ἐξήγησις καὶ λίαν ψυχρά, κατὰ γὰρ τοῦτον τὸν λόγον καὶ τὰ ἐπιδεικτικὰ 25 πάρισα ἀγωνιστικὰ, καὶ τὰ ἀγωνιστικὰ ἐπιδεικτικὰ, ἢ δὴ κρείττων πάντων ἐξήγησις, ὡς ἐμοὶ δοκεῖ, αὕτη ἐστιν· ὅτι τὰ πάρισα, 31 εἰ μὲν πράγματα σημαίνουσι, καὶ