Ancient Greek
1240.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1240.4
Unproofread scanNot analysed yet
Πρόθοος Θοὸς ἡγεμόνευεν ἐν τῷ περὶ κάλλους λόγῳ ἔκφανές ἔχειν ἔφησε τὸ τῆς ἐπιβουλῆς, καὶ τὸ τοῦ ἐπιτηδεύματος, γίνεσθαι δὲ ἔφη τοῦτο, ὅταν λέξιν μίαν μερίσας τις, τὰς τελευταίας αὐτῆς συλλαβὰς ἀρχὴν τοῦ ἐπιφερομένου κώλου ποιήσηται· ὡς ὁ Θουκυδίδης· Σαμία μία ναῦς· Πῶς οὖν φησί σοφιστικὸν καὶ ἀγωνιστικόν; σοφιστικὸν μέν ἐστι, καθὸ τῆς μιᾶς λέξεως μερίσας τε καὶ διελὼν τὰς ἔσχατας συλλαβὰς, κατ' ἐπιτήδευσιν ἀρχὴν ἑτέρου κώλου πεποίηκεν· ἀγωνιστικὸν δέ, καθὸ ἄλλο καὶ ἄλλο δηλοῦται διὰ τῶν ὀνομάτων ἀμφοτέρων. ὅρα δέ, πῶς ἴσα καλεῖ σχήματα καὶ τὰ κατὰ τέλος καὶ τὰ κατ' ἀρχὴν πάρισα.