Ancient Greek
1246.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1246.3
Unproofread scanNot analysed yet
λ. Καὶ Θουκυδίδης· οἱ δὲ Ἀθηναῖοι ἐφοβήθησαν, μὴ πολέμιοι ἦσαν αἱ νῆες· 18 σφάλμα ἐστὶ γραφικόν· οὐ γὰρ οἱ Ἀθηναῖοι ἐφοβήθησαν, ἀλλ’ οἱ Κερκυραῖοι, ὡς γέγραπται ἐν πρώτῃ ἱστοριῶν Ἑλληνικῶν Θουκυδίδου, 19 ἤδη δὲ ἤν ὀψὲ καὶ ἐπαιώνιστο τοῖς Κορινθίοις, καὶ οἱ Κορίνθιοι ἐξαιπὶν ἡγούμενοι ἐκροῦντο, κατιδόντες εἴκοσι ναῦς Ἀθηναίων προσπλεούσας, ὅς ὕστερον τῶν δέκα βοηθοὺς ἐξέπεμψαν Ἀθηναῖοι δήσαντες, ὅπερ ἐγένετο, μὴ νικηθῶσιν οἱ Κερκυραῖοι, καὶ αἱ σφέτεραι δέκα νῆες ὀλίγαι ἀμύνειν 20 ὡς· ταύτας οὖν προιδόντες οἱ Κορίνθιοι καὶ ὑποτοπήσαντες, ἀπ’ Ἀθηνῶν εἶναι, οὐχ ὅσας ἔωρων, ἀλλὰ πλείους, ἀπανεχώρουν, τοῖς δὲ Κερκυραίοις, ὑπέπλεον γὰρ μᾶλλον ἐκ τοῦ ἄφαντος, οὐχ ἔωρωντο, καὶ ἐθαύμαζον τοὺς Ἀθηναίους, πρῶτον χρόνουμένους, πρὶν τινες ἰδόντες εἶπον, ὅτι νῆες ἐκεῖναι ἐπιπλέουσι, τότε δὲ καὶ αὐτοὶ ἀνεχώρουν, συνεσκόταζε γὰρ ἤδη, καὶ οἱ Κορίνθιοι ἀποτρεπόμενοι τὴν διάλυσιν ἐποίησαν· οὕτω μὲν ἡ ἀπαλλαγὴ ἐγένετο ἀλλήλων καὶ ἡ ναυμαχία ἐτελεύτα εἰς νύκτα· τοῖς Κερκυραίοις δὲ στρατοπεδευομένοις ἐπὶ τῇ Λευκίμνῃ αἱ εἴκοσι νῆες ἀπὸ τῶν Ἀθηνῶν αὐταί, ὧν ἦρχε Γλαύκων τε ὁ Λεάγρου καὶ Ἀνδοκίδης ὁ Λεαγόρου, διὰ τῶν νεκρῶν καὶ ναυαγίων προσκυβισθεῖσαι κατέπλεον εἰς τὸ στρατόπεδον οὐ πολλῇ ὕστερον ἡ ὤφθησαν· οἱ δὲ Κερκυραῖοι, ἤν γὰρ νὺξ, ἐφοβήθησαν,