Ancient Greek
1252.6 to 1253.9
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1252.6-1253.9
Unproofread scanNot analysed yet
Χλωροὶ ὑπαὶ δεῖους πεφοβημένοι, ἔγρετο δὲ Ζεὺς Ἴδης ἐν κορυφῇσι πυρὰ χρυσοθρόνου Ἥρης. λγʹ. Ἄλλ᾽ ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ 10 διὰ σχολόπων καὶ τάφρων, εἶτα ὁμαλὴ ἔξοδος ἐν τῇ φυγῇ, οὕτω καὶ ἡ ἐρμηνεία ἔχει τὸ πᾶθος τῶν φευγόντων· τῆς λέξεως μιμουμένης· ὁ λέγει τοιούτῳ ἐστίν, ὅτι ἐμιμήσατο ὁ ποιητὴς τοὺς φευγόντας· ὡς γὰρ οἱ φεύγοντες διὰ σχολόπων καὶ 15 τάφρων διαβαίνοντες ὑπερβαίνουσι τὰς τάφρους τε καὶ τοὺς σκόλοπας, ἵνα φυγεῖν τὰς τῶν πολεμίων χεῖρας δυνησονται, οὕτως καὶ αὐτὸς τὸν στίχον πεποίηκε καθ᾽ ὑπερβατὸν ἀναγιγνώσκεσθαι· εἶτα τὰ ἔξης ὁμαλὰ πῶς εἰσίν, ὡς καὶ ἐκεῖ· πρῶτον μὲν ἐγένετο δυσκολία τῆς 20 ὁδοῦ, εἶτα ὁμαλὴ ἔξοδος· οἶμαι δέ, ὡς καὶ Ἑρμογένης ὑπερβατὸν τι πεποίηκεν ἐνταῦθα· οὕτω γὰρ ἀναγνωστέον, ὡς ἐγένετο ἡ δυσκολία τῆς ὁδοῦ διὰ σχολόπων καὶ τάφρων ἐν τῇ φυγῇ, εἶτα ὁμαλὴ ἔξοδος, οὕτω καὶ ἡ ἐρμηνεία ἔχει, τουτέστιν ἡ λέξις· ἐρμηνεία γὰρ λέγεται ἡ λέξις, ὅτι δι᾽ 25 αὐτῆς ἐρμηνεύεται τὸ νόημα. Περὶ δὲ 46 τῆς τοῦ Ὁμήρου μιμήσεως καὶ ὡς πάντα διὰ τῶν λέξεων αὐτῶν ἐμιμεῖτο, τί ἂν τις ἔχοι λέγειν, πλὴν ἡμεῖς ἐκ πολλῶν ὀλίγα παραθέμενοι δείξομεν τὴν μιμητικὴν αὐτοῦ δύναμιν, αὐτίκα μὲν ὅταν ἰσταμένους τινὰς ἐκγράξῃ, ἀνειμένους 30 ποιῇ καὶ τοὺς στίχους, οἷον ἐστὶ καὶ τό· Οἱ δ᾽ ἐς Μεσσήνην 47 ἐμβλήτην ἀλλήλοιν, ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. καὶ τό· 48 Ἀτρεΐδης· τῷ δ᾽ αὐτ᾽ ἐκ δίφρου γονυάζεσθην. ἀμφότεροι γὰρ οἱ στίχοι ἐκ σπονδείων ὅλων σύγκεινται, διὰ τοῦτο καὶ ἀνειμένοι εἰσίν· ὅταν δὲ τινὰ κινούμενον διηγῆται, καὶ τὸν στίχον μικροῦ δεῖν εἰσάγει ἀλλόμενον, 5 οἷον ἐστιν· 49 Ὦς εἰπὼν ὑπ᾽ ὄχεσφι παύσατο χαλκοπόδ᾽ ἵππω, καὶ τό· 50 Ἰδόντες βοῶντες ἐρευγομένης ἄλος ἔξω, μιμητικόν ἐστι· φωνὴ γὰρ ἐστιν αἰγιαλοῦ αὐτόχοημα. 10 καὶ τό· 51 Ἄλλ᾽ αὐτὸς ἀλάληται ἀν᾽ εὐρυνύλες Ἄϊδος δώ. μιμεῖται γὰρ τὸ πολυχανδὲς Ἄϊδου στόμα· τὸ γὰρ α καὶ τὸ ω μεγεθύνουσι καὶ ἐξοχοῦσι τὸ στόμα καὶ τό· 52