Ancient Greek
1254.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1254.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. Περὶ ἀντιθέτου. Τὸ ἀντίθετον σχῆμα ἀναντιρρήτόν ἐστι, γίνεται γὰρ διὰ τῶν ὁμολογουμένων· ἐστι δὲ διανοήματι διανόημα ἀντικείμενον. Διδάσκει, τί ἐστι τὸ ἀντίθετον, καὶ διὰ τίνων γίνεται, καὶ μέθοδον ἡμῖν τούτου παραδιδούς· τί μὲν οὖν ἐστι, διδάσκει λέγων τὸ ἀντίθετον σχῆμα ἀναντιρρήτόν ἐστι, τοὔστι μὴ ἔχον ἀντιρρήσιν τινα καὶ ἀπάντησιν παρὰ τοῦ ἀντιδικούντος μέρους· γίνεται δέ, φησί, διὰ τῶν ὁμολογουμένων. μέθοδος δὲ τούτου τὸ διανοήματι διανόημα ἀντικεῖσθαι, τοὔστι τὸ πρὸς ἀληθὲς τι ἕτερον ἀληθὲς παραλαμβάνεσθαι· εἰ γὰρ μὴ οὕτως ἔχει, κακότης γίνεται, ὥσπερ καὶ τὸ τοῦ Δημοσθένους ἐν τῷ παραπροσβείας· πλάττει γάρ, ὅτι αἰχμάλωτον λαβὼν Λίσχιν ἑμαστίγωσεν αὐτὴν διὰ τὸ μὴ θέλειν τραγωδεῖν, ὅπερ ἐστὶ ψεύδος, καὶ διὰ τοῦτο κακότης. Περὶ ἀντιθέτου δὲ ἐνταῦθα διδάσκει οὐ τοιούτου, περὶ οὗ φθῶσας ἐν ταῖς εὑρέσεσιν ἐτεχνολόγησεν· οἷον εἰ μὲν γὰρ μὴ ἦν ἡμέρα, ἀλλὰ νὺξ, εἰ μὲν γὰρ μὴ ἦν ἐν ταραχῇ καὶ θορύβῳ, ἀλλ' ἐν ἡσυχίᾳ καὶ καθεστηκότα τὰ πράγματα, ὁ φθῶσας ὡρί-