Ancient Greek
1266.31
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1266.31
Unproofread scanNot analysed yet
30 προστασίας, ὡς τὸ ἀντιλαμβάνεται· ἐνταῦθα γοῦν ἐπὶ 24 ἀνθ’ ὧν ἐκακώθημεν usque ad ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. τοῦ Θουκυδίδου λέγει, τὸ μὲν προεπιβουλεύειν εἴρηται κατὰ χρόνον, τὸ δὲ ἀντεπιβουλεύειν κατὰ ἀντίκτισιν· ἰστέον δὲ καὶ τοῦτο, ὡς εἰ τοῦτο, ὡς ἐν τῷ αὐτῷ ὀνόματι ἄλλαι καὶ ἄλλαι προϋθέσεις συνερχόμεναι ἀποτελοῦσιν ἀεὶ διά- 5 φορα πράγματα, ὡς καὶ ἐκ τῶν ὀρθέντων δῆλον· ἀλλὰ δὴ καὶ ἐξ ἄλλων πολλῶν· ἢ γοῦν στροφὴ προσλαμβάνουσα τὴν ὑπὸ δηλοῖ τὸ τῆς περιβολῆς σχῆμα τὴν ὑποστροφὴν, τὴν δὲ ἀπὸ δηλοῖ τὸ τῆς σφοδρότητος σχῆμα τὴν ἀποστροφὴν, τὴν δὲ συν, τὴν συστροφὴν, ἥτις ἐστὶ σχῆμα τῆς περιβολῆς· οἷον τό· 26 ὁ γὰρ οἷς ἂν ἐγὼ λη- 10 φθείρῃ ταῦτα πράττων καὶ κατασκευάζων οὗτος ἐμοὶ πολεμεῖ· ὁ καὶ οὕτω λέγεται, ἢ ὅτι συστρέφει νοήματα καὶ περικλείει, ὡσπερ δεῖνωσην αὐτοῖς καὶ μέστωσιν ἐπεργαζόμενον, καθάπερ ἐπ' ἀνέμων, ἢ ὅτι συνεστραμμένην ἔχει τὴν ἀπόδοσιν ἐν τῇ προτάσει· εἴρηται δὲ ἀπὸ τῶν 15 συστρεφόντων ἀνέμων τὰ ὑποπίπτοντα, τὴν δὲ ἀντὶ τὴν ἀντιστροφὴν, ἥτις ἐστὶ καὶ αὐτὸ σχῆμα τοῦ κάλλους, οἷον εἰ μηδὲ τοῖς συνθέτοις τὸ εἶναι μόνον συνθέτου, τὴν δὲ ἐπὶ καὶ τὴν ἀνὰ τὴν ἐπαναστροφὴν, ἥτις ἐστὶ καὶ αὐτὸ σχῆμα τοῦ κάλλους· οἷον· πάλιν Ἰησοῦς, ὁ 20 ἐμὸς, καὶ πάλιν μυστήριον, μυστήριον οὐκ ἀπατηλόν· τὴν δὲ ἀνὰ μόνον τὸν ποιητικὸν τρόπον, τὸν καλούμενον ἀναστροφὴν, ὡς τό·