Ancient Greek
1268.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1268.3
Unproofread scanNot analysed yet
μζ’. Περὶ προσποιήσεως. Πότε ῥήτωρ προσποιησεται σχεδιάζειν, Ἐνταῦθα μέθοδον ἡμῖν παραδίδωσι τοῦ πότε καὶ ἐν ποίῳ εἴδει τῆς ῥητορικῆς προεσκέφθαι προσποιητέον, καὶ ἐν ποίῳ αὐτοσχεδιάζειν· λέγει οὖν, ὡς ἐν μὲν τῇ συμβουλῇ δεῖ ὁμολογεῖν, ὅτι προεβουλεύσατο, καὶ πολλὰ περὶ τοῦ προκειμένου πράγματος προεσκέψατο· διὰ τί; ὅτι ὁ σύμβουλος πολλὴν πείραν ὀφείλει ἔχειν, καὶ πολλῶν εἰδήμων εἶναι πραγμάτων· ἡ γὰρ τοῦ ἐμπειρία ἔχει τι λέξαι σοφώτατον κατὰ τὸν σοφὸν Εὐριπίδην, καὶ πάλιν ὁ αὐτὸς φησι ποιητής, ὡς βραδεῖς μῦθοι πλεῖστον ἀνύουσι σοφόν· ἐν δὲ τῷ δικανικῷ, ἂν ἐσχευμένος ἦκη τις, ὀφείλει λέγειν, ὡς ἀσχεπτὶ καὶ αὐτοσχεδίως τὰ ἐπερχόμενα αὐτοῦ λέγει· εἰ γὰρ εἴπη, ὅτι ἐσχεψάμην, ὁ δικαστὴς φορεῖται τὸν ῥήτορα, μήπως ἀπατηθῇ τῇ τοῦ ῥήτορος ἐμπειρία· ἀμείλει τινὲς τῶν λαγχάνοντων δικὴν μετὰ τινων, καίπερ διασχεψάμενοι, λέγουσιν, ὅτι ἀοτίως τοῦ κεφαλαίου ἐμνήσθημεν· οὕτω μὲν οὖν ἐν τῷ δικανικῷ καὶ συμβουλευτικῷ χρὴ ποιεῖν· ἐν δὲ γε τῇ ἐγκωμιαστικῇ οὐδὲν τὸ κωλύον καὶ ὁμολογεῖν ἐσκέφθαι καὶ προσποιεῖσθαι τὸ αὐτοσχέδιον, ὡς καὶ ὁ Θεολόγος.