Ancient Greek
1270.5
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1270.5
Unproofread scanNot analysed yet
Φράζο, δὲ 13 Μαχῶν, ὅπως ἔσται τάδε ἔργα. καὶ πάλιν ὁ Ὀδυσσεὺς πρὸς τοὺς ἐταίρους· 14 Ἄλλα φραζώμεθα θάσσον. οὐδὲν ἄλλο ἡμᾶς διδάσκει, ἢ τὸ σκέπτεσθαι καὶ φροντίζειν σύμβουλόν τινα παρεισάγοντας· ἀλλὰ καὶ ὁ Ἀγμοσθένης φησίν, 15 οὐ γὰρ μόνον, εἰ τι χρήσιμον ἥκει τις ἐσκεμμένος, τοῦτ᾽ ἂν ἀκούσαντες λάβοιτε· ἐκ δὲ τούτου καὶ αὐτὸς παρίστησιν, ὅτι χρεῖα σκέψεως τῷ συμβουλευσαντι· καὶ ὁ Θεολόγος ἐν τῷ εἰς τὴν πεντηκοστὴν καὶ τὸ ἅγιον πνεῦμα λόγῳ συμβουλεύων τισὶ μὴ ἀπεριοσκέπτως καὶ ἀλόγως ὑπάγεσθαι τοῖς εἰς δουλείαν τὸ πνεῦμα καταγοῦσι μηδὲ δεδιέναι Θεὸν αὐτὸ καλεῖν φησιν· εἰ δὲ τοσοῦτον γοῦν ὑγιαίνετε, 16 ὥστε τὴν πρόδηλον φεύγειν ἀσέβειαν, καὶ τῆς δουλείας ἐξὼ τιθέναι τὸ καὶ ὑμᾶς ποιοῦν ἐλευθέρους, τὸ ἐξῆς αὐτοῖ σκέψασθε μετὰ τοῦ ἁγίου πνεύματος καὶ ἡμῶν· πολλῆς γὰρ, φησίν,