Ancient Greek
1271.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1271.3
Unproofread scanNot analysed yet
μθ'. Ὡς δὲ Δημοσθένης· ἀλλ', ὡς ἔοιχεν, ὁ καιρὸς ἐκεῖνος οὐ μόνον εὖνουν ἡμῖν· τοῦτο ἐν τῷ περὶ στεφάνου κᾶται· ἔχεται δὲ τῆς ἀκολουθίας ἐκείνης· „ἡμέρα μὲν γὰρ ἦν, ἦχε δ' ἄγγελων τις ἐς τοὺς πρυτάνεις, ὡς Ἑλάτεια κατεῖληπται καὶ μετὰ ταῦτα οἱ μὲν ἐξαναστάντες μεταξὺ δειπνοῦντες τοὺς τε ἐκ τῶν σκηνῶν τῶν κατὰ τὴν ἀγορὰν ἐξείργον,“ καὶ ὅσα ἐκεῖνος ἔχεισε διέξεισιν· ὅρα οὖν, τί φησιν ὁ Δημοσθένης; ὡς τοῦτο δεῖ προσεῖναι τῷ συμβούλῳ, ἐμπειρίαν πραγμάτων· ἀμέλει καὶ Ἀγαμέμνων πολλά καθ' ἑαυτὸν τῆς νυκτὸς βουλευσάμενος οὐδὲν ἄλλο διέγνω ποιῆσαι, ἢ πρὸς Νέστορα ἀπελθεῖν, ὡς πολλῶν πραγμάτων ὑπὸ χρόνου ἐμπειρίαν προσειληφότα· τάδε γὰρ φησιν Ὀμηρος ἐν τῷ κ' τῆς Ἰλιάδος·