Ancient Greek
1272.1 to 1273.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1272.1-1273.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. ἀπλοὺς γὰρ, φησὶν ὁ σοφὸς Εὐριπίδης, τῆς ἀληθείας ὁ μῦθος ξφν· καὶ οὐ πολλῶν δεῖ τῶν διχ' ἐρμηνευμάτων· καὶ πάλιν φησὶν ὁ Πίνδαρος· Πρὸς τόνδ' ἀγῶνά τις σοφίας ἥκει πέρι, Εἰ τὰ καλὰ πᾶσι φῦνερὰ καὶ τὰ μὴ καλά. δῆλον οὖν ἐστιν, ὅτι εἰ τῇ ἀληθείᾳ ὁ δικαζόμενος πέποιθεν, οὐ μελετήσει, οὐ σκέπτεται, οὐ προθεωρήσει τὰ ῥηθησόμενα, ἀλλ' ἀσχεπτὶ αὐτὰ λέξει τὰ πράγματα, ὅθεν καὶ οἱ παλαιοὶ φασὶ τοῦτο εἰδότες, εἰ καὶ προμελέτων, ἀλλ' οὐν προσεποιούντο λαλεῖν αὐτοσχέδια· αὐτίκα ὁ ὡς Πολύξενος, οὐ καὶ ὁ λόγος εἰς χεῖρας ἤλθεν ἡμῶν, ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Ἀθλῷ γράφων φησὶν ἐν προοιμίῳ· εὐχομαι μὲν τῷ Ἀπόλλωνι καὶ τοῖς ἄλλοις θεοῖς, τοῖς τὴν Ἀθλὸν ἔχουσι, ὅτι κεχαρισμένον αὐτοῖς καὶ εὐσεβὲς καὶ δίκαιόν ἐστι τοῦτο καὶ ὑμῖν παραδιδόναι λέγειν καὶ ὑμῖν τοῖς ἀκούουσι κρῖναι· δρᾶς, ὅτι προσποιεῖται αὐτοσχεδιάζειν, εὐχόμενος ἄρα λαβεῖν παρὰ θεῶν, ἐκεῖνα δὴ ἀπαγγεῖλαι, ἅπερ εὐσεβὴ τε καὶ δίκαια· ἀλλὰ καὶ Ἀριστογείτων ἐν τῷ κατὰ Ὑπερίδου λόγῳ οὕτω φησὶ· περὶ μὲν οὖν τοῦ παρανόμου ἱκανὰ καὶ τὰ εἰρημένα ἐν τῷ παρόντι· ἂν μὴ τι ὕστερον ἀναμνησθῶ, εἶτα μετ' ὀλίγα, ὡςπερ ἀναμνησθεὶς πάλιν φησὶν· οἱ γὰρ ἐπιβουλευόντες τῇ δημοκρατίᾳ ἡσυχίας μὲν οὐσης κατὰ τὴν πόλιν καὶ τοῦ δήμου ἀθορύβως καὶ ἀσφαλῶς πολιτευομένου ἀναγκάζονται μηδὲν παρακινεῖν, ἀλλ' ἐπακολουθεῖν τοῖς νόμοις καὶ τὰ λοιπά· τὸ δὲ περὶ τοῦ Δημοσθένους ἐν τῷ περὶ τοῦ στεφάνου κεῖται· ἀπορήσειε δ' ἂν τις, πῶς ἐν τῷ κατὰ Μειδίου τὸ ἐναντίον ποιεῖ· τῆς γὰρ στάσεως οὐσης ὀρικῆς καὶ δικανικῆς φησιν· ,,ἐγὼ δὲ ἐσκέφθαι μὲν, ὡ ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. Ἀθηναῖοι, φημὶ, καὶ οὐχ ἂν ἀρνηθείην· μὴ ποτ' οὖν καὶ τοῦτο τῆς Δημοσθενικῆς δεινότητός ἐστιν· ὥστε γὰρ προσεκτικοὺς ποιῆσαι τοὺς δικαστὰς πρὸς τὰ λεγόμενα ὡς μεγάλα ὄντα καὶ ἐσκεμμένα διὰ τοῦτο ἐσκέφθαι φησίν.