Ancient Greek
1283.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1283.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. γεῖσθαι γυνὴ καὶ παιδίον καὶ ὑπέργηρος ἀνὴρ, ἐπὶ δὲ καὶ ὁ νόσφω κατεχόμενος· ῥῆτορα δὲ ἐνταῦθα τὸν ῥητορικὸν καὶ τεχνικὸν νόμον φησί· διακελεύεται δὲ οὗτος τοῖς τὰ προβλήματα ἢ τὰ ζητήματα μελετῶσι, μὴ παρεισάγειν τὸ τοῦ φεύγοντος πρόσωπον ἢ τὸ τοῦ κατηγο- 5 ρου, (λέγει, εἰ ἄδοξον ἐστὶ καὶ ἄλλως κατεγνωσμένον, ἢ ἀσθενές·) συνήγορος δὲ ἐστιν ὁ προθεὶς ἐν δικαστηρίῳ τὴν οἰκείαν 3 θέσιν, ἢ τὴν τοῦ φίλου ἢ 4 τῇ τοῦ ἐτέρου ἀντειπών· τῇ μὲν οὖν γυναικὶ δοτέων 5 συνήγορον, 10 ἐπειδὴ ἄπειρός ἐστι νόμων. καίτοι γε, ἐὰν δύναται, συνηγορεῖ 6 ἑαυτῇ· φησὶ γὰρ ὁ νόμος, ὅτι ὑπὲρ μόνων ἑαυτῶν συνηγoreῖ 7 γυνὴ καὶ τυφλός· δοτέων δὲ καὶ τῷ 8 παιδίῳ καὶ τῷ ὑπέργηρῳ, εἴπερ ἀσθενεῖ· 9 τῷ μὲν διὰ 15 τὴν τῶν νόμων παντελῆ ἄγνοιαν· 10 τῷ δὲ διὰ τὴν ἀσθένειαν· καὶ τῷ δούλῳ, ὅτι ἀπρόσωπός ἐστι, καὶ ὅτε 11 κινήσει κατὰ τοῦ δεσπότου αὐτοῦ, ὑπὲρ ἐλευθερίας ἀγωνιζόμενος, ὀφείλει ὁ δικαστὴς διδόναι τούτῳ συνήγορον· δίδωσι δὲ καὶ τοῖς ἀτίμοις, ὅτι τοῦ λέγειν ἐπαύθησαν καὶ παρόησίαν οὐκ ἔχουσιν.