Ancient Greek
1288.2
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1288.2
Unproofread scanNot analysed yet
φησί, τις τέχνη, ἤγουν μέθοδος τῶν ἐσχηματισμένων λόγων· καὶ δὲ στίξαι τελείαν εἰς τὴν τέχνην· εἶτα ἀπ’ ἄλλης ἀρχῆς ἀναγνῶναι τὰ ἐξῆς· ποία γοῦν ἐστὶν ἡ τέχνη αὕτη; τὸ βοηθεῖν ταῖς τοῦ ἀντιδίκου προτάσεσιν· 5 ἀντίδικον δὲ λέγει, οὐχὶ τὸν κατ’ ἀλήθειαν ἡμῖν ἐχθρὸν, οὐδὲ τὸν θέλοντα τὰ πρὸς ἡμετέραν βλάβην συντείνοντα, ἀλλὰ τὸν ἀνθιστάμενον οἷς ἡμεῖς τῷ δοκεῖν βεβουλεύμεθα· οἷον· δόξαν τοῖς Ἀθηναίοις πιπράσκειν τὰς ναῦς εἰς τὸν ἀνοιμισμὸν, ἐπείπερ ἥττητο Θεμιστοκλῆς 10 ἀντιλέγων, ἑαυτὸν προσαγγέλλει· ὁ γοῦν ἀνθιστάμενος καὶ λέγων ἐν τῇ ὑποφορᾷ, ἀλλ’ οὐδὲν τί σοι θανάτου πέπρακται ἄξιον, τοῦναντίον μὲν πολλὰ μυρίων εὐεργεσιῶν καὶ τιμῶν ἄξια, ἀντίδικος λέγεται, καθ’ ἣν αντιπράττει αὐτῷ. τοῦτον ταῖς προτάσεσιν, ἤγουν ταῖς 15 ὑποφοραῖς δεῖ βοηθεῖν ἡμᾶς, καὶ κατασκευάζειν αὐτάς, καὶ ποιεῖν ἰσχυρὰς, καὶ εἰσάγειν λέγοντας. τί ποιεῖς, ὦ Θεμιστοκλεῖς; τί ἄξιοις θανεῖν; σὺ γὰρ μᾶλλον καὶ ἀνδριάντων ἄξιος εἶ, καὶ τιμῶν μεγάλων, ὅτι τοὺς χρησμοὺς διέλυσας, καὶ συνέχας τοῦ θεοῦ τῶν 20 φθόγγων, καὶ μόνος τὸ συμφέρον τῇ πόλει διέγνωκας, καὶ κράτιστος κατὰ τὸν τῆς ναυμαχίας καιρὸν ἀναπέφηνας, καὶ τὸν ἀλαζόνα Ξέρξην νενίκηκας· δεῖ δὲ καὶ διὰ μακρῶν ταύτας, λέγω δὴ τὰς ὑποφοράς, προβάλλεσθαι, τούτεστιν ἐκτείνειν, καὶ ἱστορίας προτείνειν, δι’ ὧν κατασκευαζέσθαι τὸ μὴ δεῖν γενέσθαι τόδε· μαρτυρίας γὰρ ἐν-