Ancient Greek
1293.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1293.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. μέθοδον ἡμῖν διπλὴν παραδιδῶσιν, ἐξ ἧς ὁρμώμενοι δόξομεν οὔτε ἡμεῖς ταυτολογεῖν ἑαυτούς, κἂν τὰ μάλιστα τὰ αὐτὰ λέγωμεν, οὔτε ἑτέροις, ἂν τὰ ἐκείνων ὑφαιρώμεθα καὶ σφετεριζώμεθα· ἤγουν τὴν τάξιν μεταβαλεῖς, φησί, καὶ ἂ εἰτε παρὰ σοῦ ἐτέθησαν, εἰτε παρ’ ἄλλου, πρῶτα, ὑστέρα ἤσεις, εἰτε τὰ ὑστέρα πρῶτα, ἢ τὰ ἐκτεταμένα συνεσταλμένα ἑρεῖς, ἢ τὸ ἐναντίον. καὶ ταυτὶ μὲν ὁ τεχνικός. ἔστι δὲ εἰπεῖν, ὅτι καὶ διὰ τῆς τῶν σχημάτων μεταβολῆς τοῦτο γίνεται· ὥσπερ ὁ θεολόγος ἐν τῷ εἰς τοὺς Μακκαβαίους λόγῳ Ὀμηρικὸν τι παραλαβὼν ἔλαθε τοὺς πολλούς, σχημάτων ὑπαλλαγῇ χρησάμενος· ὁ γὰρ Λιομίδης πρὸς τὸν Γλαῦκόν φησιν·