Ancient Greek
1299.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1299.1
Unproofread scanNot analysed yet
ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. οὐκ ἐν καιρῷ γίνοιτο, ἔστι δ’ ὅπου καὶ χρησιμώτατον καὶ ἀναγκαῖον καθέστηκε, τρεῖς μεθόδους ὁ Ἑρμογένης ἡμῖν παραδίδωσι τοῦ ἐπαινεῖν αὐτοὺς ἀνεπαχθῶς. κοινότητι λόγου. ὅταν γὰρ τις μετ’ ἄλλων πολλῶν ἑαυτὸν ἐπαινῇ, καὶ κοινὸν τὸ ἐγκώμιον ποιήται, οὐ φορτικὸς τοῖς ἀχροαταῖς νομισθήσεται· ὡς καὶ Ἰσοκράτης πεποίηκε γράφων, „Ἐν πολλοῖς, ὦ Ἀθημόνιχε, πολὺ διεστώσας εὑρήσομεν τὰς τε τῶν σπουδαίων γνώμας, καὶ τὰς τῶν φαύλων διανοίας· πολὺ δὲ μεγίστην διαφορὰν εἰλήφασιν ἐν ταῖς πρὸς ἀλλήλους συνήθειαις. οἱ μὲν γὰρ τοὺς φίλους παρόντας μόνον τιμῶσιν, οἱ δὲ καὶ μακρὰν ἀπόντας ἀγαπῶσι· καὶ τὰς μὲν τῶν φαύλων διανοίας ὀλίγος χρόνος διέλυσε, τὰς δὲ τῶν σπουδαίων φιλίας οὐδ’ ὁ πᾶς αἰὼν ἐξαλείψειεν. ἡγοῦμενος οὖν πρέπειν, τοὺς δόξης ὀρέγομένους καὶ παιδείας ἀντιποιουμένους, τῶν σπουδαίων, ἀλλὰ μὴ τῶν φαύλων εἶναι μιμητάς, ἀπέσταλκά σοι τόνδε τὸν λόγον δῶρον· τεκμήριον μὲν τῆς πρὸς ὑμᾶς εὐνοίας, σημεῖον δὲ τῆς πρὸς Ἰππόνικον συνήθειας. πρέπει γὰρ τοὺς παῖδας, ὥσπερ τῆς οὐσίας, οὕτω καὶ τῆς φιλίας τῆς πατρικῆς κληρονομεῖν. “Ἄλλα καὶ ὅταν τις ἀναγκαζόμενος λέγῃ περὶ ἑαυτοῦ, οὐδεμίαν ἔχει αἰτίαν, ὅτι ἐξ ἀνάγκης εἰς τοῦτο ἥκει· καὶ ὅταν δὲ πρόσωπα ὑπαλλάξῃ τις, καὶ μὴ πρὸς τοὺς εὐεργετηθέντας ἀποτείνῃ τῶν εὐεργεσιῶν τὸν κατάλογον, ἀλλὰ πρὸς τὸν ἀντιλέγοντα, παραπλησίως καὶ τότε τὸ φορτικὸν διαπέφευγεν· ἔχει δὲ καιρὸν ἡ ὑπαλλαγὴ τοῦ προσώπου, ὅταν μεγάλα τινα καὶ ὑπερήφανα καὶ ὑπέρογκα μέλη τις καταλέγῃ· τότε γὰρ, ἵνα μὴ δόξῃς ὀνειδίζειν τοὺς ἀκροατὰς πρὸς τὸν ἀντιπίπτοντά σοι τὸν λόγον ἀπόστρεφε, ὡς ἂν καὶ τὴν αἰτίαν τοῦ λέγειν τὰ σὰ κατορθώματα προσάπτῃς αὐτῷ.