Ancient Greek
1304.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1304.1
Unproofread scanNot analysed yet
1304 ΙΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τοῦτο τῆς τῶν πραγμάτων ὑλης κεφάλαιον, ἀλλ’ ἐξωθεν παρενέπεσε· διὰ τοῦτο λέγει καὶ ὁ Ἑρμογένης, ὅτι εἰσάγων τὸν περὶ Χερόνησου λόγον, οὐδὲν προσηρτημένον τῷ ἀγῶνι, φησίν. 25 ,,Ἀνάγκη δὲ ἐστὶ πρῶτον ἀπάντων 26 δεῖξαι, τί 27 τὸ Χερόνησον ἀσφαλῶς ἔχειν ἡμᾶς πεποιηκός· “προέκειτο γὰρ δεῖξαι, ὅτι παράνομόν ἐστι καὶ ἄδικον τὸ ψήφισμα· ἐπεὶ δὲ συνεβάλετο 28 αὐτῷ καὶ ὁ περὶ Χερόνησου λόγος τὰ μάλιστα, οὐχ ἦν δὲ εἰσαγώγικος, ἀνάγκην προσποιεῖται· εἶτα πανουργῶν 10 καὶ πολίτην ἐργαζόμενος τὸν Χαρίδημον. Μετὰ τὸν περὶ Χερόνησον λόγον τίθησι τὸ ψήφισμα τοῦ Ἀριστοκράτους καὶ τοὺς νόμους τοὺς παλαιούς, καὶ ἐξετάζει ἑκάτερα, καὶ 29 ἐπειδὴ ἐθάρρησεν τῇ δοθείσῃ παρὰ τοῦ δήμου δωρεᾷ τῷ Χαρίδημῳ, ὡς εὐεργέτῃ, 30 ὁ Ἀρι- 15 στοκράτης, ὁ γοῦν 31 Δημοσθένης ἐκβάλλων τοῦτο τὸ ἰσχυρόν, συγχωρεῖ πολίτην ἀληθῶς 32 εἶναι τὸν Χαρίδημον, καὶ οὐδὲν 33 πρὸς τοῦτο ἀντιλέγει· τοῦτο δὲ ποιεῖ πανουργῶν, ἵνα μᾶλλον οἱ νόμοι τὸ πλεῖον ἰσχύσωσιν, ὡς πολίτου ἐξεταζομένου τοῦ Χαρίδημου· πανουργίαν 34 οὖν 20 καλεῖ τὴν τοῦ ῥήτορος δεινότητα· ἔλεγον δὲ οἱ νόμοι, ὡς, εἴ τις φονεὺς γένηται, ὁποῖῳ γοῦν τρόπῳ, δικάζειν περὶ τούτου τὴν ἐν Ἀρείῳ πάγῳ βουλήν, καὶ μὴ εὐθὺς ἀν-αιρεῖσθαι· οἷς ἐναντιοῦτο τὸ τοῦ Ἀριστοκράτους ψήφισμα, ἀναιρεῖσθαι διακελευόμενον χωρὶς κρίσεως τὸν Χα- 25 ρίδημον ἀποκτείναντα. -35 Ὅταν δὲ τοὺς νόμους κλέπτη. Ἰσχυροὶ ἦσαν οἱ παρ’ Αἰσχίνου προτεινόμενοι νό-