Ancient Greek
1306.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1306.4
Unproofread scanNot analysed yet
πς. Ὡσπερ οἱ κατὰ Ἀριστογείτονος λόγοι ἔχουσι· 7 τῶν δὲ 8 κατὰ Ἀριστογείτονος λόγων ἡ ὑπό- 15 θεσις τοιαύτη. Πυθάγγελος καὶ Σχάφρων ἰδόντες Ἱεροκλέα φέροντα ἱμάτια ἱερὰ, ἐφ’ οἷς καὶ χρυσᾶ γράμματα ἦν, δηλοῦντα τοὺς ἀναθέντας, ἀπάγουσι πρὸς τοὺς πρυτάνεις ὡς ἱερόσυλον· οἱ δὲ τῇ ὑστεραίᾳ καθιστῶσιν εἰς τὴν ἐκκλησίαν, κάκεινος ὑπὸ τῆς ἱερείας ἔφη πεμφθεὶς 20 λαβεῖν τὰ ἱμάτια, ἵνα κομίση πρὸς τὸ ἱερὸν κυνηγέσιον· ἐνταῦθα Ἀριστογείτων γράφει ψήφισμα, πρῶτον 9 μὲν ἀπροβούλευτον, ἔπειτα δὲ δεινότατον, κελεύον, 10 ἐὰν μὲν ὁμολογῇ τὰ ἱμάτια ἐξενεγκεῖν, ἀποθανεῖν αὐτὸν αὐτίκα, ἐὰν δὲ ἀρνηται, κρῖνεσθαι. ἐξ οὗ συνέβαινεν αὐ- 25 τῷ ὁμολογήσαντι 11 μὲν τὸ ἀληθὲς παραχρῆμα τεθνά-