Ancient Greek
1309.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1309.3
Unproofread scanNot analysed yet
πζ. Ἡ τὰ αὐτὰ λέγων ὁ δεύτερος οὐχ αὐξεῖ μέν, προστίθησι δὲ ἢ ἀφαιρεῖ· προστίθησι μέν τινα ὡς ῥηθῆναι πρέποντα καὶ μὴ ῥηθέντα, ἀφαιρεῖ δὲ ὡς περιττῶς αὐξηθέντα. ὥσπερ ἐποίησεν ὁ Νέστωρ ἐν τῇ β ῥαψωδίᾳ· μετὰ γὰρ τὸ τὸν Ὀδυσσέα δημηγορῆσαι, ἐπεὶ εἶδεν, ὅτι ἐνδεῖ τῇ συμβουλῇ τοῦ Ἰδακησίου ῥήτορος τὸ ἀναγκαϊότατον, ὃ ἦν τὸ διαχρίνεσθαι ἐν ἕκαστον ἔθνος, καὶ μίαν ἑκάστην φυλὴν προσέθηκε τοῦτο εἰπών· 20