Ancient Greek
1310.1
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1310.1
Unproofread scanNot analysed yet
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. πρῶτον κατήγορον ἕτερος 31 ἀπαντᾶ πρὸς δευτέραν κατηγορίαν, καὶ προφθάνη ἀνατρέπων, ἢ λύων, ὅσα ἐμελλεν ἀπολογεῖσθαι πρὸς τὴν προτέραν κατηγορίαν ὁ κατηγορηθείς, καὶ τοῦτο δευτερολογία ἐστίν. ὡςπερ δὲ κατ’ Ἀνδροτίωνος ἔχει· 32 ὁ δὲ Ἀνδροτίων, ἔθους ὢν τὴν βουλὴν τῶν πεντακοσίων λαμβάνουσαν 33 χρήματα ἀπὸ τοῦ δήμου, καινὰς τριήρεις ποιεῖν, καὶ νόμου ὄντος, τὴν βουλὴν, τὴν δόξασαν τῷ δήμῳ καλῶς βεβουλευκέναι, στεφανοῦσθαι, οὗτος ἔγραψε ψήφισμα· 34 ἡ δὲ στάσις πραγματικὴ ἐστιν ἀγραφος· ζητεῖται γὰρ, 35 εἰ δὲ κυρωθήναι τὸν νόμον, ἢ μή. Οὗτοι τέσσαρες τρόποι δευτερολογίας. 36 Εἰσὶ δὲ παρὰ τὰ εἰρημένα τέσσαρα καὶ ἕτερα εἴδη δευτερολογίας· πρῶτον μὲν, ὅτε τοῦ αὐτοῦ μένοντος προσώπου καὶ πράγματος, δύο λόγοι γίνονται· ὡςπερ ὅταν κατηγορῇ ὁ διώκων καὶ ἀπολογῆται ὁ φεύγων, εἶτα πάλιν κατηγορῇ ὁ διώκων, ἀνασκευάζων τὴν ἀπολογίαν, καὶ πάλιν ὁ φεύγων ἀπολογῆται 37 πρὸς τὴν δευτέραν κατηγορίαν. ὡςπερ ἔχουσιν αἱ τετραλογίαι 38 Ἀντιφῶντος. Δεύτερον εἶδος, ὅτε τοῦ αὐτοῦ προσώπου μένοντος, τὸ ζητούμενον πρᾶγμα διάφορον εὑρίσκεται· καὶ τοῦτο σχεδὸν ἐν ἑκάστῃ εὑρίσκεται ὑποθέσει κρίσιν ἐπιδεχομένη· 39 ποιήσωμεν γὰρ τὸν λόγον τὸν πρῶτον ἀποδεικτικὸν περὶ τοῦ ἐγκλήματος, τὸν δὲ δεύτερον περὶ τοῦ ἐπιτιμίου· ἐστὶ δὲ καὶ ἄλλο σημαίνόμενον τῆς δευτερολογίας, ἵνὰ ἀνακε-