Ancient Greek
1312.3 to 1312.12
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1312.3-12
Unproofread scanNot analysed yet
10 ρά. Καὶ Εὐριπίδης· Ζεὺς, ὡς λέλεκται τῆς ἀληθείας ὑπό. Οὗτος ὁ στίχος ἐν δυσὶν εὑρίσκεται δράμασιν Εὐριπίδου, ἐν τε τῷ λεγομένῳ Πειρίθῳ καὶ ἐν τῇ σοφῇ Μελανίππῃ· ἐν μὲν γὰρ τῷ Πειρίθῳ παρεισάγεται Ἡρακλῆς ἐν Ἀἰδου 15 καταλθὼν, κατὰ κτέλευσιν Εὐρυθίως, καὶ ὑπὸ τοῦ Αἰακοῦ ἐρωτώμενος, ὅστις ἔστι, καὶ ἀποκρινόμενος. Ἐμοὶ πατὴρ μὲν Ἄργος, ὄνομα δ᾿ Ἡρακλῆς· Θεοῦ δὲ πάντων πατρὸς ἐξέφυν Διός. Ἐμὲ γὰρ ἤλθε μητρὶ κεδνῇ πρὸς λέχος 20 Ζεὺς, ὡς λέλεκται τῆς ἀληθείας ὑπό. Ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυθίως. ἐν δὲ τῇ Μελανίππῃ παρεισάγει ταύτην προομιάζομένην. Ζεὺς, ὡς λέλεκται τῆς ἀληθείας ὑπό, 25 Ἕλλην ἐτίκτεν ——Ἡ ἐν τῷ 9 δράματι τῷ Πειρίθῳ ἱστορία. Πειρίθους ἐπὶ τὴν Περσεφόνης μνηστείαν μετὰ Θησέως εἰς Ἀἰδὴν καταβὰς, τιμωρίας ἔτυχε τῆς πρεπούσης· αὐτὸς μὲν γὰρ ἐπὶ πέτρας ἀκινήτου καθέδρα πεδη- 30 θείς δρακόντων ἐφρουρεῖτο χάσμασι· Θησεὺς δὲ τὸν φίλον ἐγκαταλιπεῖν αἰσχρὸν ἡγοῦμενος εἶχε τὴν ἐν Ἀἰδου