Ancient Greek
1313.4
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1313.4
Unproofread scanNot analysed yet
ογ’. Καὶ Θουκυδίδης· τὰ τοῦ Θουκυδίδου 15 ἐν Πειρίθου ὑπόθεσις ἐστὶν αὕτη. ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. τῇ πρώτῃ εὐθὺς τῶν ἱστοριῶν κεῖται· ἔστι δὲ ὁ λόγος αὐτῷ περὶ τῆς αἰτίας, δι’ ἣν τὸν πόλεμον τῶν Πελοποννησίων καὶ τῶν Ἀθηναίων συνέγραψεν· καὶ οὐχ ἕτερόν τινα τῶν πρὸ αὐτοῦ· καὶ φησίν, ὅτι οἱ μὲν ἄλλοι πόλεμοι ἀσθενεῖς ἦσαν, καὶ οὐκ εἶχον ἰσχυρὰς καὶ εὐχλεεῖς τὰς ὑποθέσεις· ἐοίκασι γὰρ διὰ λῃστείαν συστῆναι, ἐπὶ δὲ καὶ φιλοχρηματίαν οὐ μὴν ἀλλὰ καὶ ὀλίγων τινῶν ἥρχον οἱ τότε δυνάσται· ταῦτα εἰπὼν ἐπάγει. Λέγουσι δὲ καὶ οἱ τὰ σφαέστατα Πελοποννησίων μνήμη παρὰ τῶν προτέρων δεδεγμένοι, Πέλοπα τε πρῶτον, χρημάτων πλήθει, ὃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐπ’ ἀνθρώπους ἀτόρους, δύναμιν περιποιησάμενον, τὴν ἐπωνυμίαν τῆς χώρας, ἐπηλύτην ὄντα, ὅμως σχεῖν.