Ancient Greek
1317.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1317.3
Unproofread scanNot analysed yet
ζ´. Ἐν δὲ τοῖς Ὀλυνθιακοῖς, τοῦ πρώτου λόγου· 18 νόμος ἦν ἐν Ἀθήναις διδοῦσθαι τοῖς ἐν ταῖς θεωρίαις οὖσι χρήματα, καὶ τὸν τοῦτον 19 ἀναιρήσοντα θανατοῦσθαι. τοῦτο ὁ Δημοσθένης μεθώδευσεν· 20 ἐπεὶ 10 γὰρ ἐσπάνιζεν ἡ πόλις χρημάτων ἐκ τούτων 21 κατὰ τὰς μάχας, 22 καὶ συμβουλεύων μηκέτι δεῖν 23 τοῦτο γίνεσθαι, προφανῶς αὐτὸ θεῖναι οὐκ εἶχε, μεθώδευσεν αὐτὸ ἀπὸ τῆς τῶν ἀκούοντων συγκαταθέσεως, εἰπών· „ἀντὶ πολλῶν ἂν, ὦ Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἐλέσθαι 15 νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοῖσεν τῇ πόλει περὶ ὧν 24 νυνὶ σκοπεῖτε. ὅτε τοίνυν τοῦθ´ οὕτως ἔχει, προσήκει 25 προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων συμβουλεύειν· οὕτω μὲν οὖν χρῆται τῇ κοινότητι ἐν τῷ λέγειν· νομίζω ὑμᾶς μυρίων χρημάτων προχρίνειν 20 τὸ λυσιτελές· οὐ χρῆται δὲ τῇ ὁμολογίᾳ τῆς κοινότητος, ἐχρήσατο δ´ ἂν, εἰ οὕτως εἴπεν· ὅτι, ὅπερ ἂν τις εὐνοῶν τῇ πόλει ποιήσῃ, τοῦτο χάγω ποιῶ· ἢ ὅτι, ἃ πάντες λέγουσι, ταῦτα χάγω· ἢ ὅτι πάντες εἰώθασιν τοῦ συμφέροντος ἐλάττω ἡγεῖσθαι τὰ χρήματα. Εἰ μὲν 25