Ancient Greek
1318.3
Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos 1318.3
Unproofread scanNot analysed yet
10 ζ. Νῦν δὲ κοινῶ χρησάμενος διανοήματι. Κοινὸν νόημα λέγει τὸ· ἀντὶ πολλῶν, ὦ ἄνδρες, χρημάτων· τοῦτο οὖν εἰπὼν 27 καὶ λαθὼν αὐτοὺς ὁμολογήσαντας, (εἰκὸς γὰρ ἦν κατανεῦσαι πάντας) ἐπεσφραγίσσατο ἐν ἀρχῇ τὸ διάνοημα οὕτως. Ὀτε τοί- 15 νυν τοῦθ᾽ οὕτως ἔχει, πρόσῆκεί· τούτεστιν, ἐπειδὴ τὸ συμφέρον τῶν πολλῶν χρημάτων ὑμῖν αἱρετώτερον, τί μὴ τὰ θεωρικὰ χρήματα παρεβλέπετε; μὴ γὰρ ἐγώ, προκρίνων τῶν χρημάτων τὸ λυσιτελὲς, ὑμᾶς τοὺς Ἀθηναίους πιστεύω τοῦτο ποιεῖν· ὅρα δὲ τοῦ ῥήτορος τὴν 20 δεινότητα, πῶς, εἰπὼν τοῦ προοιμίου τὴν πρότασιν, 28 κατασκευὴν οὐκ ἐπήγαγεν, ἀλλ᾽ εὐθὺς τὸ συμπέρασμα εἶπεν. Ὀτε τοίνυν· ἐπεὶ γὰρ ἐν τῷ κατασκευάζειν ἄμφίβολον αὐτὸ ἐποίει, (ἐφῶσι γὰρ κατὰ τὸ ἀληθὲς χρημάτων μᾶλλον, ἢ τοῦ συμφέροντος᾽) εἰκῶς τὴν κατασκευὴν, ὡς ὁμολογημένην οὖσαν δήθην, παρέλειψεν, ὅτι 25 τοῦ συμφέροντος γίνονται μᾶλλον, ἢ τῶν χρημάτων.